Papyri.info

sign in

Trismegistos 59671 = LDAB 773



DCLP transcription: 59671 [xml]

column
οὐδὲ γὰρ ὡς ἔτυχεν δεῖ αἱρεῖσθαι
ἢ φεύγειν, ἀλλὰ μετὰ πολλὴν θεωρίαν. [ἀ]μέλ̣[ει] γοῦν τὰ προβλήματα τὰ ἠθικὰ λέγεται πρὸς αἵ-
ρεσιν καὶ φυγήν· οὐδεὶς δὲ αἱρεῖται ὃ μὴ   ̣[  ̣  ̣  ̣  ̣  ̣οὐ]δ̣ὲ φεύγει ὃ μὴ̣ ε̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣· διὰ τοῦτο γὰρ καὶ τῶν
ἐναντίων τού̣τ̣ω̣ν, τοῦ̣ [κακοῦ κ]αὶ τοῦ κ[α]λοῦ, ἡ αὐτὴ γνῶσίς ἐστιν, [ἵνα “ἐ]κκλίνῃ” τις “ἀπὸ τοῦ
5κακοῦ καὶ κα̣λ̣[ὸ]ν ποιῇ”. ἄλλως οὖν “σκέψεται” περὶ αὐτῶν ὁ σοφ[ὸς καὶ] ἄλλως ὁ κοινὸς
ἄν(θρωπ)ος. ἐνίοτε γοῦν ὁ κοινὸς ἄν(θρωπ)ος καὶ αἱρετὰ αὐτὰ ἡγεῖται καὶ κ[αλὰ. τοῦτο] δ̣[ὲ λέ]γ̣ει προηγου-
μένως Ἐπίκουρος. οὗτως ὁ [τ]ῆς αἱρέσεως τῆς ἀθέου προιστάμενος ε  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣ τῷ βίῳ
καὶ τῷ ἤθει σπουδαῖος εἶναι· οὕτω γοῦν καὶ ἔπεισέν τινας. ἐκεῖνος οὖν γράφ[ει πρὸς Ἰδομ]ενέα
ὅτι “ἄλλως χρᾶται ὁ σοφὸς τοῖς πράγμασιν καὶ ἄλλως ὁ μὴ σοφός” καὶ ἐ̣[πιφέρει· “τ]ότε σοφὸς
10οὐκ ἦς, νῦν δὲ ἐσπούδασας τοῦτο γενέσθαι. ἀναπόλησον τοῦ προτέ[ρου βίο]υ̣ καὶ τοῦ νῦν,
εἰ οὕτως ἔφερες τότε νόσον ὡς νῦν ἢ οὕτως ἐκράτεις πλ[ούτο]υ̣ ὡς νῦν κρατεῖς”.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.