Papyri.info

sign in

4560 R P. Oxy. 67 = Trismegistos 59866 = LDAB 972



DCLP transcription: 59866 [xml]

-- -- -- -- -- -- -- -- -- --
1[ἦ γάρ τιν’ ἄλλον ἔτεκες ἢ κείνους], γύνα̣[ι;]
[ἀνόνητά γ’, ὡς ἔοικε, τόνδ’ ὃν ε]ἰ̣σ̣ορᾶ[ις.]
[ποῦ δ’ ὢν ἐτύγχαν’, ἡνίκ’ ὤλλυτο] πτόλις;
[πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶ]ν θανεῖν.
5[ποῖ τῶν τότ’ ὄντων χωρίσας τέκν]ων(*) μόνον;
[ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θα]νών.
[πρὸς ἄνδρ’ ὃς ἄρχει τῆσδε Πολυμ]ήστωρ χθον[ός;]
[ἐνταῦθ’ ἐπέμφθη πικροτάτου χ]ρυσ̣οῦ φ̣ύ̣λ̣α[ξ.]
[θνήισκει δὲ πρὸς τοῦ καὶ τίνος πότ]μου τυχ̣ών;
10[τίνος γ’ ὑπ’ ἄλλου; Θρῄξ νιν ὤλεσε] ξένος̣.
[ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λα]βε̣ῖν;
[τοιαῦτ’, ἐπειδὴ συμφορὰν ἔγνω] Φ̣ρυγῶ[ν.]
[ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν ν]ε̣κρόν;
[ἥδ’, ἐντυχοῦσα ποντίας ἀκτῆς(*) ἔ]πι.
15[τοῦτον ματεύουσ’ ἢ πονοῦσ’ ἄλλο]ν πόνον;
[λούτρ’ ὤιχετ’ οἴσουσ’ ἐξ ἁλὸς Πολυ]ξένῃ.
[κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλε]ι ξένος.
[θαλασσόπλαγκτόν γ’, ὧδε διατεμὼ]ν̣ χρόα̣.
[ὦ σχετλία σὺ τῶν ἀμετρήτων πό]ν̣ων.
20[ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶ]ν̣.
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 5. or [παίδ]ων

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.