Papyri.info

sign in

Trismegistos 60342 = LDAB 1463 = michigan.apis.1542



Introduction

The readings of fr.1.5-9 are found in Gagos, Litinas, Priest (2004) .

DCLP transcription: 60342 [xml]

fragment 1
-- -- -- -- -- -- -- -- -- --
1[οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τι]ν̣ʼ ὕ̣π̣ν̣[ος]
[αἱρείτω, μὴ χάρμα γενώμεθα] δυσ[με]νέεσσιν.˙
[ὣς εἰπὼν τάφροιο διέσσυτο· τ]οὶ δʼ ἅμʼ ἕποντο
[Ἀργείων βασιλῆες ὅσοι κεκλ]ή̣ατο βουλήν.˙
5[τοῖς δʼ ἅμα Μηριόνης] κ̣α̣[ὶ] Ν̣έ̣στο̣ρ̣ος ἀ̣γλαὸς υἱὸς
[ἤϊσαν· αὐτοὶ γὰρ κάλ]εο̣ν̣ σ̣υνμητι̣ά[α]σ̣θ̣αι.˙
[τάφρον δʼ ἐκδια]β̣άντες ὀρυκτὴν ἑδριόωντο
[ἐν καθαρῷ, ὅθι δὴ νεκ]ύ̣ων διεφαίνετο χῶρος
[πιπτόντων· ὅθε]ν̣ α̣ὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ
10[ὀλλὺς Ἀργείους, ὅτε δ]ὴ περὶ νὺξ ἐκάλυψεν.˙
[ἔνθα καθεζόμενοι] ἔπεʼ ἀλλήλοισι πίφαυσκον·˙
[τοῖσι δὲ μύθων ἦρχ]ε [Γ]ερήνιος ἱππότα Νέστωρ·˙
[ὦ φίλοι οὐκ ἂν δή τι]ς ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ
[θυμῷ τολμήε]ν̣τ̣ι̣ μ[ε]τὰ Τρῶας μεγαθύμους
15[ἐλθεῖν, εἴ τινά π]ου [δηΐ]ων ἕλοι ἐσχατόωντα,
[ἤ τινά που καὶ φ]ῆ̣μιν ἐνὶ Τρώεσσι πύθοι̣τ̣ο,
[ἅσσά τε μητιόωσι μ]ε̣τ̣ὰ̣ σ̣φ̣ίσι̣ν, ἢ μεμάασ̣[ι]ν
[αὖθι μένειν παρ]ὰ νη̣υσὶν ἀπ[ό]προθεν, ἦε πόλιν δὲ
[ἂψ ἀναχωρήσουσ]ιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
20[ταῦτά κε πάντα π]ύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
[ἀσκηθής· μέγα] κ̣έν οἱ ὑ̣πο̣υράνιον κλέος εἴη
[πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσ]σ̣[εται] ἐ̣[σ]θ̣λή·
-- -- -- -- -- -- -- -- -- --
fragment 2
-- -- -- -- -- -- -- -- -- --
1[κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στό]ν̣ο̣[ς ὄρνυτʼ ἀεικὴς]
[ἄορι θεινομένων, ἐρυθαίν]ετο [δʼ αἵματι γαῖα.]
[ὡς δὲ λέων μήλοισιν ἀση]μάντο̣[ισιν ἐπελθὼν]
[αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρο]νέω[ν ἐνορούσῃ,]
5[ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχε]τ̣[ο Τυδέος υἱὸς]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 1.2. ˙ papyrus
^ 1.4. ˙ papyrus
^ 1.6. ˙ papyrus
^ 1.10. ˙ papyrus
^ 1.11. ˙ papyrus
^ 1.12. ˙ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.