Papyri.info

sign in

= Trismegistos 60384 = LDAB 1505



DCLP transcription: 60384 [xml]

P-Berol-21221
[ἐχθρὸ]ς̣ γ̣ά̣ρ [μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν]
[ὅς χ' ἕτ]ε̣ρον [μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.]
[αὐτὰρ] ἐγὼ[ν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·]
[οὔτ' ἔμ]εγ' Ἀ̣[τρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω]
5[οὔτ' ἄλλ]ο̣υς [Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν]
[μάρν]α̣σ̣θ̣α̣[ι] δ̣η̣ΐ̣[οισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί.]
[ἴση μ]οῖρα μέ̣ν̣ο̣ν̣[τι καὶ εἰ μάλα τις πολεμίζοι·]
[ἐν δὲ] ἰ̣ῇ̣ τειμη(*) ἠμ̣[ὲν κακὸς ἠδὲ καὶ ἐσθλός·]
[κάτθα]ν' ὁμῶς ὅ τ' ἀ[εργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.]
10[οὐδέ τί] μο̣ι περίκει[ται, ἐπεὶ πάθον ἄλγεα θυμῷ]
[αἰεὶ ἐ]μ̣ὴν ψυχὴν [παραβαλλόμενος πολεμίζειν.]
[ὡς δ' ὄρ]νις ἀπτῆσ[ι νεοσσοῖσι προφέρῃσι]
[μάστα]κ' επη(*) κε λ[άβῃσι, κακῶς δ' ἄρα οἱ πέλει αὐτῇ,]
[ὣς καὶ ἐγὼ] πολλὰς [μὲν ἀΰπνους νύκτας ἴαυον,]
15[ἤματα] δ' α̣ἱ̣ματόε[ντα διέπρησσον πολεμίζων]
[ἀνδρ]ά̣σι μαρνάμ̣[ενος ὀάρων ἕνεκα σφετεράων.]
[δώδε]κα δὴ σὺν ν[ηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων,]
[πεζὸ]ς δ' ἕνδεκά [φημι κατὰ Τροίην ἐρίβωλον·]
[τάων] ἐκ πασέων [κειμήλια πολλὰ καὶ ἐσθλὰ]
20[ἐξελ]όμην̣, καὶ π̣[άντα φέρων Ἀγαμέμνονι δόσκον]
[Ἀτρεΐ]δῃ· ὃ δ̣' ὄπι[σθε μένων παρὰ νηυσὶ θοῇσι]
[δεξά]μεν̣[ο]ς δ[ιὰ παῦρα δασάσκετο, πολλὰ δ' ἔχεσκεν.]
[ἄλλα δ'] ἀρισ[τ]ή̣εσσ[ι δίδου γέρα καὶ βασιλεῦσι·]
[τοῖσι] μ̣ὲν [ἔμ]π[ε]δ̣[α κεῖται, ἐμεῦ δ' ἀπὸ μούνου Ἀχαιῶν]
25[εἵλετ',] ἔχε[ι δ' ἄ]λ[ο]χ̣[ον θυμαρέα· τῇ παριαύων]
-- -- -- -- -- -- -- -- -- --
P-Aberd-108
[νῦν δ' ἐπεὶ οὐκ ἐθέλω] πολεμ[ιζέμεν Ἕκτορι δίῳ]
[αὔριον ἱρὰ Διὶ ῥέξ]ας κ[αὶ πᾶσι θεοῖσι]
[νηήσας εὖ νῆας, ἐπ]ὴν ἅ[λα δὲ προερύσσω,]
[ὄψεαι, αἴ κ' ἐθέλῃσθα] καὶ αἴ [κέν τοι τὰ μεμήλῃ,]
5[ἦρι μάλ' Ἑλλήσποντ]ον ἐπ' [ἰχθυόεντα πλεούσας]
[νῆας ἐμάς, ἐν   ̣  ̣  ̣  ̣  ̣]ασι(*) ἐρε[σσέμεναι μεμαῶτας·]
[εἰ δέ κεν εὐπλοίην] δοῖεν(*) [κλυτὸς Ἐννοσίγαιος]
[ἤματί κε τριτάτῳ Φ]θ̣ειην̣(*) [ἐρίβωλον ἱκοίμην.]
[ἔστι δέ μοι μά]λ̣α πολλά, τ[ὰ κάλλιπον ἐνθάδε ἔρρων·]
10[ἄλλον δ' ἐνθέ]ν̣δ̣ε χρυσὸν [καὶ χαλκὸν ἐρυθρὸν]
[ἠδὲ γυναῖκα]ς ἐυζώνους [πολιόν τε σίδηρον]
[ἄξομαι, ἅσσ'] ἔλαχό(*)ν γε· γέρα[ς δέ μοι, ὅς περ ἔδωκεν,]
[αὖτις ἐφυβ]ρ̣ίζων ἕλετο κ[ρείων Ἀγαμέμνων]
[Ἀτρεΐδης· τ]ῷ̣ παντα(*)(*) ἀγορευ[έμεν ὡς ἐπιτέλλω]
15[ἀμφαδόν, ὄ]φρα καὶ ἄ[λλοι ἐπισκύζωνται Ἀχαιοὶ]
[εἴ τινά που] Δα̣να(*)ῶν ἔτ[ι ἔλπεται ἐξαπατήσειν]
[αἰὲν ἀναιδ]είην ἐπ[ιειμένος· οὐδ' ἂν ἔμοιγε]
[τετλαίη κύν]εός πε̣[ρ ἐὼν εἰς ὦπα ἰδέσθαι·]
[οὐδέ τί οἱ βουλ]ὰς συ̣μ̣φρ̣άσ[σομαι, οὐδὲ μὲν ἔργον·]
20[ἐκ γὰρ δή μ' ἀ]π̣άτησε κ̣α̣[ὶ ἤλιτεν· οὐδ' ἂν ἔτ' αὖτις]
[ἐξαπάφοιτ' ἐ]π̣έεσσι̣ν̣· ἅ̣[λις δέ οἱ· ἀλλὰ ἕκηλος]
[ἐρρέτω· ἐκ γ]ά̣ρ(*) με[υ](*) [φρένας εἵλετο μητίετα Ζεύς.]
[ἐχθρὰ δέ   ̣  ̣]ι̣ρ̣(*) τ̣οῦ [δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ P-Berol-21221.8. l. τιμῇ
^ P-Berol-21221.13. l. ἐπεί
^ P-Aberd-108.6. ἐν δ' ἄνδρας MSS
^ P-Aberd-108.7. δώῃ MSS
^ P-Aberd-108.8. l. [Φ]θίην
^ P-Aberd-108.12. ελαχόν papyrus
^ P-Aberd-108.14. l. πάντ' : παντὰ papyrus
^ P-Aberd-108.16. δα̣νὰων papyrus
^ P-Aberd-108.22. γ]α̣ρ̀ papyrus
^ P-Aberd-108.22. εὑ MSS
^ P-Aberd-108.23. μοι MSS

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.