Papyri.info

sign in

5 7 10-11 = Trismegistos 60764 = LDAB 1891



Introduction

The Berlin parts of this papyrus have been digitally edited by Christian Sailerand and Vincenzo Damiani and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung. The Oxford part has been digitally edited by Vittorio Tonini and revised by Holger Essler as part of the course on Digital Editions of Fragmentary Texts at Ca'Foscari University of Venice.

DCLP transcription: 60764 [xml]

fragment 1Berlin, Ägyptisches Museum P. 7499
Imaged 2000-2015 by [unidentified responsible individual]

-- -- -- -- -- -- -- -- -- --
163Traces 6 lines
169[τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατ]ὰ θ̣υ̣μ̣όν,
170[τρὶς δ’ ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων κτύπε μητ]ίετ̣α [Ζεὺς]
[σῆμα τιθεὶς Τρώεσσι, μάχης ἑτεραλκ]έα̣ ν̣ί̣κ̣η̣ν̣.
[Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·]
[Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ,]
[ἀνέρες ἔστε, φίλοι, μ]ν̣ή̣[σ]ασ̣θ̣ε̣ [δὲ θο]ύ̣ρ̣ι̣δ̣[ος ἀλ]κ̣ῆ̣ς.
175[γιγνώσκω δ’ ὅτι μοι π]ρόφρων κατένευσ̣ε̣ Κ̣ρ̣ονίων
[νίκην καὶ μέγα κῦδο]ς̣, ἀτὰρ Δαναοῖσί γε πῆμα·
[νήπιοι, οἳ ἄρα δὴ τάδε] τ̣είχεα μηχανόωντο
fragment 2Oxford, Bodleian Library MS. Gr. class. f. 24 (P)

-- -- -- -- -- -- -- -- -- --
198[῝Ως ἔφατ' εὐχόμενος, ]ν̣ε̣[μέ]σ̣η̣[σε δὲ πότνια Ἥρη,]
[σείσατο δ' εἰνὶ θρόν]ωι, [ἐλ]έλ[ιξε δὲ μακρὸν Ὄλυμπον,]
200[καί ῥα Ποσειδάω]ν̣α̣ [μέγα]ν̣ [θεὸν ἀντίον ηὔδα·]
[ὢ πόποι ἐννοσί]γα[ι]' ε̣ὐ[ρ]υ̣σ̣[θενές, οὐδέ νυ σοί περ]
[ὀλλυμένων] Δαναῶν ὀ̣λ̣οφ[ύ]ρ̣[εται ἐν φρεσὶ θυμός.]
[οἳ δέ τοι εἰς Ἑ]λ̣ίκην̣ τ̣ε̣ κ̣αὶ Αἰγὰς [δῶρ' ἀνάγουσι]
[πολλά τε καὶ χα]ρ̣ί̣ε̣ν̣τ̣α· σὺ̣ δ̣έ σφισ̣ι [βούλεο νίκην.]
205[εἴ περ γάρ κ' ἐθέ]λ̣οιμεν, ὅσοι̣ Δ̣αν̣[αοῖσιν ἀρωγοί,]
[Τρῶας ἀπώσασ]θαι καὶ ἐρυκέ̣[μ]ε̣[ν εὐρύοπα Ζῆν,]
[αὐτοῦ κ' ἔνθ' ἀ]κάχοιτο καθ̣[ήμενος οἶος ἐν Ἴδῃ.]
[Τὴν δὲ μέ]γ' ὀ̣χ̣θ̣η̣σ̣α̣ς̣ π̣[ρ]ο̣[σέφη κρείων ἐνοσίχθων·]
[Ἥρη ἀπτοεπὲς] π̣οῖ̣ο̣ν̣ [τ]ὸ̣ν̣ [μῦθον ἔειπες.]
210[οὐκ ἂν ἔγωγ'] ἐ̣θέλ̣οιμι Διὶ(*) Κ̣ρ̣[ονίωνι μάχεσθαι]
[ἡμέας τοὺς] ἄ̣λλους, ἐπεὶ ἦ πολ̣ὺ̣ [φέρτερός ἐστιν.]
[῝Ως οἳ μὲν τ]ο̣[ι]αῦτα πρ̣ὸς ἀλλήλ̣[ους ἀγόρευον·]
[τῶν δ' ὅσον] ἐκ νηῶ̣ν̣ ἀπὸ̣ πύρ̣γ̣[ου τάφρος ἔεργε]
fragment 3Berlin, Ägyptisches Museum P. 7502
Imaged 2000-2015 by [unidentified responsible individual]

-- -- -- -- -- -- -- -- -- --
306[μ]ή̣κ̣[ων δ’ ὡς ἑτέρωσε κά]ρ̣η̣ βά̣[λεν, ἥ τ’ ἐνὶ κήπωι,]
[καρ]π̣ῶ̣[ι βριθομένη] ν̣οτίηισ[ί τε εἰαρινῆισιν]
[ὣς ἑτέ]ρ̣ω̣[σ’ ἤμυσε κάρ]η̣ πήλη̣[κι βαρυνθέν.]
Τ̣[ε]ῦ̣κ̣ρ̣[ο]ς̣ δ’ ἄ̣λ̣λ̣[ον ὀϊστὸ]ν̣ ἀπὸ νε̣[υρῆφιν ἴαλλεν]
310Ἕ̣[κ]το̣ρο̣ς ἀν̣τ̣ικ̣[ρύ, βαλέ]ειν δέ ἑ ἵ̣[ετο] θ̣υ̣μ̣ό̣[ς.]
ἀλλ’ ὅ γε καὶ τ̣ό[θ’ ἅμαρτ]ε̣· παρέσφηλεν γὰρ̣ [Ἀπόλλων·]
ἀλλ’ Ἀρχεπτόλ[εμον, θρ]ασὺν Ἕκτορος ἡ̣[νιοχῆα,]
ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρ[ὰ μαζόν·]
ἤριπε δ’ ἐξ̣ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπ̣[ποι]
Ἕκτορα δ̣’ αἰνὸν ἄχο̣ς πύκασε φρένας [ἡνιόχοιο·]
τὸν μὲν ἔπειτ’ εἴα̣σ̣ε καὶ ἀχνύμενός π̣[ερ ἑταίρου,]
Κεβριόνην δ’ ἐκέ̣λε̣υσεν ἀδελφεὸν ἐγ[γὺς ἐόντα]
ἵππων ἡνί’ ἑλεῖν· ὃ δ’ ἄρ’ οὐκ ἀπίθησεν̣ [ἀκούσας.]
320αὐτὸς δ’ ἐκ δίφρ̣ο̣ιο χ[α]μαὶ θόρε παμφαν̣[όωντος]
σμερδαλέα ἰάχω̣ν·[ὃ δὲ] χ̣ερμάδιον βάλ̣[ε χειρί,]
βῆ δ’ ἰθὺς Τ̣εύκρου̣, [βαλέε]ιν δέ ἑ θυμὸς ἀ[νώγει.]
ἤτοι ὃ μὲν φαρ̣[έτρης ἐξε]ί̣[λε]τ̣ο̣ π̣ι̣κ̣ρ̣ὸ̣ν̣ ὀϊστόν,
θ̣ῆκε δ’ ἐπ̣[ὶ νευρῇ· τὸν δ’ αὖ κορυθαίολος] Ἕ̣[κτωρ]

Apparatus


^ 2.210. διϊ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.