Papyri.info

sign in

5-6 = Trismegistos 60896 = LDAB 2025



Introduction

This papyrus has been digitally edited by Vittorio Tonini and revised by Holger Essler as part of the course on Digital Editions of Fragmentary Texts at Ca'Foscari University of Venice.

DCLP transcription: 60896 [xml]

fragment 1Oxford, Bodleian Library MS. Gr. class. g. 16 (P)
Berlin, Ägyptisches Museum P. 9813 / 2
Imaged 2010-2015 by [unidentified responsible individual]

οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων
δεῦρο μαχησόμενος, ἐπὶ(*) οὔ τί μοι α̣ἴτιοί εἰσιν·
οὐ γὰρ πώποτ' ἐμὰς βο̣ῦς ἤλασαν οὐδὲ̣ μὲν ἵππους,
155οὐδέ ποτ' ἐν Φθίῃ ἐριβώλακα(*) βοτια̣νείρῃ
καρπὸν ἐδηλήσαντ', επι(*) ἦ μάλα πολ̣λὰ μεταξὺ
οὔρεά τε σκιόεντα θάλ̣ασσά τε ἠχήεσσα·
ἀλλὰ σοὶ ὦ μέγ' ἀναιδὲς ἅμ' ἑσπόμε̣θ' ὄφρα σὺ χαίρῃς,
τιμὴν ἀρνύμενοι Μ̣ενελάῳ σοί τ̣ε κυνῶπα
160πρὸς Τρώων· τῶν οὔ τ̣ι μετατρέ̣πῃ οὐδ' ἀλεγίζεις·
καὶ δή μοι γέρας αὐτὸς̣ ἀφαιρήσασ̣θαι(*) ἀπειλεῖς,
ᾧ ἔπι πολλὰ μόγησα, δ̣ό̣σ̣α̣ν̣ δέ μο̣ι υἷες Ἀχαιῶν.
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁ̣ππότ'(*) Ἀχαιοὶ
Τρώων ἐκπέρσωσ' εὖ̣ ν̣αιό̣μ̣ε̣ν̣ον πτολίεθρον·
165ἀλλὰ τὸ μὲν πλεῖον πολ⟦υ⟧\λ/άι(*)κος πο̣λέμοιο
χεῖρες ἐμαὶ διέπουσ'· ἀτὰ̣ρ̣ ἤ̣ν ποτε δασμὸς ἵκηται,
σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλί̣γον τε φίλον τε
ἔρχομ' ἔχων ἐπὶ νῆας, ἐπ̣ὴν κε κάμω πολεμίζων.
νῦν δ' εἶμι Φθίην δ', ἐπεὶ ἦ π̣ολὺ φέρ̣τερόν ἐστιν
170οἴκαδ' ἴμεν σὺν νηυσὶ̣ κορωνίσι̣ν, οὐδέ σ' ὀΐω
ἐνθάδ' ἄτιμος ἐὼν ἄφενος καὶ π̣λοῦτον ἀφύξειν.
Τὸν δ' ἠμείβετ' ἔπειτα̣ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
φεῦγε μάλ' εἴ τοι θυμὸς̣ ἐπέσσυτ̣αι, οὐδέ σ' ἔγωγε
λίσσομαι εἵνεκ' ἐμεῖο μέ̣νιν(*)· πάρ' ἔμοιγε καὶ ἄλλοι
175οἵ κέ με τιμήσουσι, μά̣λ̣ιστα δὲ̣ μ̣ητίετα Ζεύς.
ἔχθιστος δέ μοί ἐσσι δ̣ιοτρεφέων βασιλήων·
αἰεὶ γάρ τοι ἔρις τε φίλη π̣όλεμοί τε̣ μάχαι τε·
<εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ' ἔδωκεν·>
οἴκαδ' ἰὼν σὺν νηυσί τε σῇ(*) καὶ σοῖς ἑτάροισι
180Μυρμιδόνεσσιν ἄνασ̣σε, σέθε̣ν δ' ἐγὼ οὐκ ἀλεγίζω,
οὐδ' ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 1.153. l. ἐπεὶ
^ 1.155. l. ἐριβώλακι (corr)
^ 1.156. l. ἐπεί
^ 1.161. l. ἀφαιρήσεσ̣σθαι
^ 1.163. MSS : ο̣ὐδ'ότ' Zenodotus
^ 1.165. λ⟦υ⟧\λ/αϊκοσ papyrus
^ 1.174. l. μέ̣νειν
^ 1.179. l. σῇς (corr)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.