Papyri.info

sign in

15 = Trismegistos 62106 = LDAB 3266



Introduction

This text has been digitally edited by Oliver Donath and revised by Holger Essler as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung .

DCLP transcription: 62106 [xml]

fragment rImaged 2015 by [unidentified responsible individual]

-- -- -- -- -- -- -- -- -- --
1[καὶ ἐξ]έ[χεαν αἷμα ἀθῷον,]
[αἷμ]α υἱ[ῶν αὐτῶν καὶ θυγατέρων,]
[ὧ]ν ἔθυσ[αν τ]οῖ[ς] γ[λυπτοῖς Χανααν,]
καὶ ἐφονοκτονήθη ἡ γ̣ῆ̣ [ἐν τοῖς αἵμασιν]
5κ̣α̣ὶ̣ ἐμιάνθη ἐν τοῖς [ἔργοις αὐτῶν,]
καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπ[ιτηδεύμασιν αὐτῶν.]
καὶ ὠργίσθη θυμῷ κ(ύριο)ς εἰς τὸ[ν λαὸν αὐτοῦ]
καὶ ἐβδελύξατο τὴν κληρο[νομίαν αὐτοῦ·]
καὶ παρέδωκεν αὐτοὺς εἰς [χεῖρας ἐθνῶν,]
10καὶ ἐκυρίευσαν αὐτῶν ο[ἱ] μ[ισοῦντες αὐτούς·]
[καὶ] ἔθλιψαν αὐτοὺς οἱ ἐχθρ[οὶ αὐτῶν,]
καὶ ἐταπεινώθησαν ὑπὸ [τὰς χεῖρας αὐτῶν.]
πλεονάκις ἐρρύσατο αὐτού̣ς̣,
αὐτοὶ δὲ παρεπίκραναν \αὐτὸν/ ἐν τῇ βουλῇ α̣ὐ̣τῶν
15καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομία[ις] αὐτῶ(ν).
καὶ εἶδεν ἐν τῶι θλίβεσθαι αὐτοὺς
ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶ(ν)·
καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ
fragment vImaged 2015 by [unidentified responsible individual]

-- -- -- -- -- -- -- -- -- --
1Traces
[οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν] ἀ̣υτ̣ῶ̣ν̣.
[ἐκ τῶν χωρῶν συνήγαγεν] αὐτοὺς
[ἀπὸ ἀνατολῶν κα]ὶ δυσμῶν καὶ βορρᾶ καὶ θα[λ]άσσης.
[ἐπλανήθησαν ἐ]ν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ,
5[ὁδὸν πόλεως κατ]οικητηρίου οὐχ εὗρον
[πεινῶ]ντες καὶ διψῶντες,
[ἡ ψυχὴ αὐτῶ]ν ἐν αὐ[τοῖς] ἐξέλειπεν·
[καὶ ἐκέκραξαν πρὸς] κ(ύριο)ν [ἐ]ν [τ]ῷ θ[λίβ]εσθαι αὐτο[ύς,]
[καὶ ἐκ τῶν ἀναγ]κῶν αὐτῶν ἐρρύσατο [αὐτοὺς]
10[καὶ ὡδήγησεν α]ὐτοὺς εἰς ὁδὸν εὐθεῖαν
[τοῦ πορευθῆν]α̣ι̣ εἰς πόλιν κατοικητηρίου.
[ἐξομο]λογησάσθωσαν τῷ κ(υρί)ῳ τὰ ἐλέη αὐτοῦ
κ[αὶ τ]ὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπω(ν),
ὅτι ἐχόρτ[ασ]ε ψυχὴν κενὴν
15καὶ ψυχὴ[ν] πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.
καθημένους ἐν σκότ̣ε̣ι̣ [κ]α̣ὶ̣ ἐ̣ν̣ σκιᾷ θανάτου

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.