Papyri.info

sign in

Trismegistos 62334 = LDAB 3498



Introduction

This papyrus has been digitally edited by Marcel Moser and revised by Vincenzo Damiani as part of the Project Anagnosis and the Würzburger Zentrum für Epikureismusforschung

DCLP transcription: 62334 [xml]

v
[ἀτρεκέως, οὐ πῆ]μ̣α [παρασχεδὸν ἐξαλέασθαι,]
ἀλλ' αὔτως̣, ἅτε φορτὶς ὀλ[ωλότος ἰθυντῆρος,]
πλάζεται ἀπροφύλακτον, [ἀμήχανον, ἢι κεν ἄγηισι]
γλαυκὸν ὕδωρ· σκοτίοις δ[ὲ καὶ ἀφράστοισι πόροισιν]
5ἐμφέρεται, χω̣ρηθὲν(*) ἀρη̣[γόνος ἡνιόχοιο.]
πολλάκ[ι] καὶ πέτρη[ι]σι [καὶ ἠϊόνεσσιν ἔκελσε]
πλαζόμενον· τοίη̣ [οἱ ἐπ’ ὄμμασι πέπταται ἀχλύς.]
δή ῥα τότ' ὀτρηρ[οῖσι νοήμασιν ἐς πόνον ἄγρης]
ἰ̣χθυβόλοι σπε[ύ]δ̣[ουσιν, ἐπευξάμενοι μακάρεσσι]
10κα̣ι̣τοφόν(*)[οις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης.]
ὡς δ' ὅτε δυ̣[σμενέων βριαρὸς λόχος ἀντιβίοισι]
λάθρ[ιο]ς ἐ̣μ̣π̣[ελάσηι, μεσάτην ἐπὶ νύκτα δοκεύσας,]
εὕδοντας δ' ἐ[κίχησε φυλακτῆρας πρὸ πυλάων,]
[Ἄρ]εος εὐμεν[έοντος, ἐνιπλήξας δ' ἐδάμασσεν·]
15[ἔν]θεν ἔπε[ιτ' ἄκρην τε πόλιν καὶ τύρσιν ἐπ’ αὐτὴν]
[θαρσ]αλέ[οι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην,]
r
[δεσμῷ δ' ἐν μεσάτῳ τροχοειδέ]α κύκλα τέτυκται
[πυκνὰ παρ' ἀλλήλοισιν, ἅ κεν στ]ροφάλιγγας ἐρύκοι
[φοιταλέας, μηδ' ἰθὺς ἀπορρή]ξειε σιδήρου(*)
[αἱμάσσων, ὀλοῆισι περισπερ]χὴς ὀδύνηισιν·
5[ἀλλὰ περιστροφάδην πλαγκτ]ὸν δόλον(*) εἱλίσσοιτο·
[δαῖτα δ' ἐπ' ἀγκίστρῳ δυστερπέα] πορσύνουσι
[ταύρειον μέλαν ἧπαρ ἀπόκριτον] ἠ̣δὲ(*) καὶ ὦμὸν
[ταύρειον γενύεσσιν ἐοικότα δαινυ]μένοιο·
[πολλαὶ δ' ἀγρευτῆρσιν ὁμόστολοι ὥστ]' ἐ̣ς̣ Ἄρηα
10[θήγονται κρατεραί τ' ἀκίδες στιβαραί τε] τρίαιναι,
[ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τ]ε τοῖα
[ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύ]ονται·
[ἐσσυμένως δ' ἀκάτοισιν ἐϋσέλμοις ἐ]πιβάντες,
[σιγῆι νευστάζοντες ὅ τι χρέος ἀλλήλ]οισιν,
15[στέλλονται, κώπηισι δ' ὑπ' εὐκήλοισι θάλ]ασσαν
[ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δ]οῦπον

Apparatus


^ v.5. l. χηρωθὲν (corr)
^ v.10. l. κητοφόν (corr)
^ r.3. l. σίδηρον (corr)
^ r.5. l. δρόμον (corr)
^ r.7. l. ἠὲ (corr)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.