Papyri.info

sign in

9 82-93 = Trismegistos 64374 = LDAB 5596



Introduction

This papyrus has been digitally edited by Marina Paciullo and Johannes Kern and revised by Holger Essler as part of the teaching in papyrology at Würzburg.

DCLP transcription: 64374 [xml]

fragment 1

column 1P. 10559 Platte B R
Imaged 2010-2015 by [unidentified responsible individual]

-- -- -- -- -- -- -- -- -- --
1καίτοι   ̣[⁦ -ca.?- ⁩]
εἰ γὰρ τρ[⁦ -ca.?- ⁩]
ὅμως [  ̣  ̣  ̣  ̣  ̣  ̣ τ]ῆς φύσεως τ̣[⁦ -ca.?- ⁩]
λυπη[σό]μεσθα μὴ βλέποντες ἐνθ̣[άδε]
5τὸν το̣[ῦ θε]άτρου δεσπότην, τὸν ῥήτο[ρα,]
οὗ χ[ωρὶς] οὐδεὶς σύλλογος ἐγεγόν[ει] ποτέ,(*)
{ἢ κα[ὶ]} δι' ὅν τε δεῦρο(*) συνελέγημεν πολλάκις.
ὑ[με]ῖς τε πάντες ὑποθέσεως ἄλλης ὅ̣ρ̣ο̣ν̣
[ο]ὐκ ἂν προθύμως ἡδέως τ' ἠκ[ού]ετε,
10εἰ μὴ τὸν ἄνδρα [τ]ουτονὶ τεθνηκότ[α]
λόγοις [ἐτί]μων, οἷς ἐτ[ί]μα πολλάκις
ἄλλ[ο]υ̣ς̣ [ἐκ]εῖνος· καὶ γὰρ ἦν δεινὸς λέγειν.
οὐκ ἴστε, πρῴη̣ν̣ πῶς ἑτέραν ᾑρημένος
(added at right: [ὁ]δὸν τραπέσθαι τ[  ̣  ̣]να(*) τῆς εὐφ[η]μ̣ίας)
15(added at right: δα̣σκεν   ̣θ̣η̣νκα[  ̣  ̣  ̣]ψ̣ε̣υ[  ̣]α̣μμα[⁦ -ca.?- ⁩])
15a(added at right: Traces 3 lines)
ἐπαινετέον δὲ τῶν μαθητῶν τὸν χορόν
εὐγνωμοσύνης τῆς ἀμφὶ τὸν διδάσκαλον.
ἄλλως γὰρ αὐτὸν οὐκ ἔχοντες εἰσορᾶν
[ἔσ]τησαν ἐν γραφαῖσιν εἰκόνων δύο,
20[ὧ]ν τ̣[ὴ]ν μὲν ἠργάσαντο παῖδες ζω[γ]ρά[φων,]
[ἣ] δ' [ἦ]ν \ἐν/ ἑκάστῳ κατὰ φύσιν γεγραμμένη
[ἐ]ν τῇ δ[ι]ανοίᾳ. νῦν δ' ἐγὼ ταύτην τρίτην
[ἔ]μπνουν ἀναθήσω καὶ λαλοῦσαν εἰκόνα,
οὔτοι διατήξαις(*) κηρόν, ἀλλ' ε[ἰ]πὼν ἔπη.
25ἐὰν δὲ δόξω τῷ πάθει νικώμενος
[π]ολλαῖς ἐπαίνων ἐμπεσεῖν ὑπερβολαῖς (added at right: καταλέγειν)
[τι]μῶν τὸν ἄνδρα, μηδὲ εἷς βασκαινέτω·
[φ]θ̣όνος γὰρ οὐδείς, φησί που Δημοσθένης
[ἐκ] τοῦ παλαιοῦ συγγραφέως ἀποσπάσας,
30[πρὸς τ]οὺς θανόντας τοῖς ἔτι ζῶσιν τέως.
[καὶ νῦ]ν̣ ἰά[μ]βων κωμικῶν πεπαυμέν[ος]
[ἡρῷ' ἔπη τ]ὸ̣ λοιπὸν εἰσκυκλήσομ[αι.]
column 2P. 10559 Platte A V
Imaged 2010-2015 by [unidentified responsible individual]

-- -- -- -- -- -- -- -- -- --
33Traces 6 lines
39το [- ca.11 - π]εριδέξι[⁦ -ca.?- ⁩]
40Βη[ρυτῷ   ̣  ̣  ̣  ̣  ̣] ἀγαλλομένηι [⁦ -ca.?- ⁩]
νῦ[ν   ̣  ̣  ̣  ̣  ̣ ῥητῆρ]ος ἐυγλώσσοιο θαν̣ό̣ντ̣ο̣ς̣
ε[ὐεπίης τε λόγ]ων, οὓς ἐς χθόνα πᾶσαν ἴα[λλεν]
ι̣[- ca.12 -](*) μέγα φρονέοι πολί[ε]σσι
π̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ π]ε̣ρ̣ι̣κ̣[α]λλὲς ἑὸν φαίνουσα πρό[σωπον]
45α[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]νος· ἀτὰρ Ἀτθίδος εἶπε καμού̣[ση]ς̣
[- ca.12 -]μ̣ίαν γλήνην ὀλέσασα
[- ca.12 -]σιν ἐπ' ὄφρυσι π[έ]πλον ἐρύσσει
[- ca.12 -]λ̣[  ̣] σὲ δ' οὐ τόσον εἵλετο πένθος
οὐδ' [ὅτε σὸν κατὰ κύκ]λ̣ον ὑπώκλασε γαῖα χανο[ῦσα]
50καὶ σέο πάντα τίναξε θεμείλια· σοῖς δ' ἐπὶ λαοῖς
πολλοῖς ἔπλεο τύμβος ἐρικλαύτοισι πεσοῦσα·
ὡς ὁπότ' [ἀγγ]ελίη χαλεπὴ σέο τύψεν ἀκουάς
[δῖον ἐς] Ἕρμ̣ο̣ν ἰοῦσα νεοκτιμένη[ς] ἀπὸ Ῥώμης
[κλεινοτάτο]υ̣ ναετῆρος ἀπαγγέλλουσα τελευτήν.
55[τοῦ γὰρ θε]σπέσιον κλέος ἤραο, τῷ ἐπὶ μούν[ῳ]
[πρόσ]θ̣ε̣ μέγα φρονέεσκες ἐν ἀντολί̣η̣ι̣ περ ἐόντι
ἀλλοδαπὴν ἀ̣νὰ γα[ῖ]αν· ἐπεὶ καὶ τοῖο ἕκητι
εἰ̣σ̣έτ' ἀριστοτόκον σε βροτοὶ καλέεσκον(*) ἅπαντες.
τρε̣ῖς γὰρ σεῖο γένοντο περικληέστατοι υἷες,
60εἷς μὲν ἀοιδοπόλος, δύο δὲ ῥητῆρες ἀγαυοί.
ἦ τοι ὃ μὲν φίλος υἱὸς ἐυρρείταο Μέλητος
[κῆρ]υξ ἀθανάτων τε καὶ ἀνδρῶν θεῖος Ὅμηρος,
[Ἴλι]ον ὅστις ἔθηκεν ὑπ' ὀφθαλμοῖσιν ἁπάν̣[των]
[πλ]αγκτοσύνην θ'(*) Ὀδυσῆος ἰδεῖν ὑποφ[ή]τ[ορι Μούσῃ,](*)
65[οἳ] δὲ δύω ῥητῆρες Ἀριστείδης τε καὶ α[ὐτός,]
[πάντα μάλ' ἀ]λλήλοισιν ὁμοίιοι, ἶσα δὲ [δῶρα]
[Ἀτθίδος ἀμφ]οτέροισι, δι' ἧς ῥέεν ὡ[ς μέλι φωνή.]
[ἀμφοτέρους δ'] ἐσιδοῦσα θεὰ θάμα[⁦ -ca.?- ⁩]
column 3P. 10559 Platte A R
Imaged 2010-2015 by [unidentified responsible individual]

-- -- -- -- -- -- -- -- -- --
69Traces 3 lines
72ἢ ποτ̣[αμοῦ   ̣  ̣  ̣  ̣  ̣]ο[ς] ἐυρρόου̣ [  ̣  ̣]ο[⁦ -ca.?- ⁩]
ὕ[δωρ] εἰς ἑὸν ἦτορ ἀπειρέσιο̣ν [⁦ -ca.?- ⁩]
ἢ [καὶ ἀ]π̣ οὐρανίης ἐσκέπτετο [⁦ -ca.?- ⁩]
75ι  ̣  ̣  ̣  ̣  ̣α̣ν θ̣εσμούς τε καὶ ἤθε[⁦ -ca.?- ⁩]
μ[ούσαι]ς̣ εὐφραδέεσσι Πλ̣ατώνια [⁦ -ca.?- ⁩](*)
ἀ[λλά ο]ἱ οὐ τάδε πάντα κακὴν ἀπέερ̣[γε τελευτήν,]
[ο]ὐδ' ὁ πολὺς γλώσσης ῥόος ἤρκεσε̣ν̣ [ὥστ' ἀπαμῦναι]
μ̣οῖρ̣αν νηλεόθυμον ἀμειδέ[ος Αἰδωνῆος,]
80ἀλλά ἑ χαλκ[εί]η θανάτ[ου] κοίμ̣[ησεν ἀνάγκη]
Κ[ωνστ]αντινιάδος νεο[θή]λε[ο]ς [ἐν χθονὶ Ῥώμης.]
τὸ[ν] δ̣ὲ̣ πόλις βασιλῆος ἐμύρ[α]τ[ο νεκρὸν ἰδοῦσα]
ἀχνυμένη, πᾶσαι δὲ γόῳ πλημυρον ἀ[γυι]α[ί,]
τοῖον ἐπεὶ σίγησε λιγὺ στόμα, τοῦ κλέ̣ο̣ς εὐρύ
85τηλόθεν α̣[ἰ]ὲν ἄκουσε, λ[ι]λαίετο δ' ἐγγ[ὺς] ἀκούειν
φθεγγομένου, καὶ ἔμελλεν ἀκούεμ̣[εν·] ἦ[λθε γὰρ αὐτός]
Θρηικίην ποτὶ γαῖα[ν], ἑὸν χρέος ὥς κε [τελέσσῃ·]
τὸν δὲ μετὰ χρειὼ ζαθέη πόλις αὖ[θι κατασχεῖν]
ἤθελε παρπεθισ[ο]ῦσα(*), νέων ἵνα πῶυ̣ [νομεύσῃ,]
90ἀνθρώπων εὐη[γ]ε[ν]έων ἀγανόφ[ρ]ονας υἷα[ς,]
ο̣ἵ̣ μιν ναιετάουσιν, ἀπειρεσίαις ἐνὶ τιμαῖς
πολλοὺς(*) κυδιόωντες ἀριζήλοισι θοώκοις.
ἀλλὰ τά γ' οὐκ ἐτ̣ε̣[λεῖ]το· τὸ καὶ νέκυν ἀνδρὸς ἰδοῦσ[α]
ἡ πάρος αἰὲν ἄδακρυς ἐδάκρυσεν τότε Ῥ̣ώμη,
95Θρηικίαι δὲ γόων ἁλιμυρέες ἔκλυον ἀκταί
[μυρία] κοπτόμεναι{ς} ῥοθίῳ πλήσσοντ̣[ι θ]αλάσ[σης]
[κλυζομένης] παρὰ θῖνα ῥοώδεος Ἑλλ[ησ]πόντου.
[ὥς ποτ' Ὀ]λυμπιάδες κοῦραι Διὸς ἐννέα Μοῦσα[ι]
[πενθάδε]ς ἀμφὶ Θέτιν Νηρηίδα κωκύεσκον
100[υἱέα Μυρμ]ιδόνων ἡγήτορα δα[κρυχέουσαι]
[⁦ -ca.?- ⁩]ν̣η̣υ̣·   ̣[  ̣  ̣  ̣  ̣  ̣]ε̣[⁦ -ca.?- ⁩]
fragment 2

column 1P. 10558 V
Imaged 2010-2015 by [unidentified responsible individual]

-- -- -- -- -- -- -- -- -- --
1[⁦ -ca.?- ⁩]β[  ̣]ο̣[⁦ -ca.?- ⁩]
[1 line missing]
3[⁦ -ca.?- ⁩] κεχυ̣μ̣εν̣η
[⁦ -ca.?- ⁩]  ̣λ̣  ̣  ̣  ̣κ̣α̣λ̣ο̣  ̣
5[⁦ -ca.?- ⁩]η̣τ̣ο̣ρ̣α̣
[⁦ -ca.?- ⁩]μιζεται
[⁦ -ca.?- ⁩]κυ̣λησ̣μ̣α̣λ̣α̣ (added at right: κα  ̣  ̣[⁦ -ca.?- ⁩])
[⁦ -ca.?- ⁩]τα̣  ̣τα̣σ̣φερω (added at right:   ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩])
[⁦ -ca.?- ⁩]μιδ' απε̣ι̣
10[⁦ -ca.?- ⁩]  ̣τερμ  ̣τε[  ̣]β[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩]ηνεν̣[  ̣]  ̣[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩]γ̣α̣σ̣τ̣  ̣  ̣  ̣  ̣
[⁦ -ca.?- ⁩]  ̣εσθαιπ̣  ̣  ̣  ̣
[ἐπαινετέον δὲ τῶν μαθη]τῶν τὸν χορόν
15[εὐγνωμοσύνης τῆς ἀμφὶ τ]ὸν διδάσκαλον.
[ἄλλως γὰρ αὐτὸν οὐκ ἔχο]ντες εἰσορᾶν
[ἔστησαν ἐν γραφαῖσιν εἰ]κ̣ό̣νων δύω̣,
[ὧν τὴν μὲν ἠργάσαντο] παῖδες ζωγράφ[ω]ν,
[ἣ δ' ἦν ἐν ἑκάστῳ κατὰ] φύσιν γεγραμμένη
20[ἐν τῇ διανοίᾳ, νῦν δ'] ἐγὼ ταύτην τρίτην
[ἔμπνουν ἀναθήσω κα]ὶ λαλοῦσαν εἰκόνα,
[οὔτοι διατήξας κηρόν,] ἀλλ' εἰπὼν ἔπη.
[τὸν ἄνδρα δ' εἰ τιμῶντι] συμβαίη λέγειν
[ὑπερβολάς μοι, μηδὲ] ε[ἷ]ς βασκα[ινέτω.]
-- -- -- -- -- -- -- -- -- --
column 2P. 10558 R
Imaged 2010-2015 by [unidentified responsible individual]

-- -- -- -- -- -- -- -- -- --
1[⁦ -ca.?- ⁩]ονει̣κ̣[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩]ν[  ̣]μεν[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩]  ̣δ  ̣[  ̣  ̣  ̣  ̣]λ̣υαῖος
[⁦ -ca.?- ⁩]  ̣ ο[ὔθ]' ἑκὰς οὔτε πέλα̣ς̣
5[⁦ -ca.?- ⁩]τ' οὔρεος· οὐδέ σε δ̣εῦ̣[ρο]
[⁦ -ca.?- ⁩]μένην θαλαμ[  ̣  ̣  ̣]
[⁦ -ca.?- ⁩ ἀ]γ̣α[νο]ῖς μειλίξατο μ[ύθοις]
[⁦ -ca.?- ⁩]δ[  ̣] βαρὺ φρονέειν.
[⁦ -ca.?- ⁩ Β]ε̣ρ̣όης πέδον ἠυκόμο[ιο]
10[⁦ -ca.?- ⁩]χ[όμ]ενον θιάσω̣ν̣
[⁦ -ca.?- ⁩]  ̣  ̣σο[  ̣]  ̣  ̣  ̣ο θέμισ[τ  ̣  ̣]
[⁦ -ca.?- ⁩]ον ὁμοφροσύνη
[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣[  ̣  ̣  ̣]  ̣  ̣[  ̣  ̣]  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]αμενω[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩]  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣] μ̣υσ̣τ̣ίδε̣ς̣ ὑμετέρων
15[⁦ -ca.?- ⁩] π̣λήθωσι νέων Ἑλικωνίδες αὐλαί·
[⁦ -ca.?- ⁩]  ̣[  ̣  ̣]ν ἐ[πικ]ὴ̣ν̣ βήσομ' ἐς ἀτραπιτό[ν]·
[καὶ γὰρ ἀ]νι̣η̣ρὴ [μέ]ν̣, ἀναγκαίη δὲ τέτυκται
[χρειὴ τοῦ φθιμένου] πότμον ἀειδέμεναι.

Apparatus


^ 1.1.6. Schubart-Wilamowitz : οὗ χ[ωρὶς σύ]λλογος οὐκ' ἐγένετο σύλλογος pap. :   ̣  ̣ ο[ὐ]δεὶς σύλλογος ἐγεγόν[ει] ποτέ pap. in marg.
^ 1.1.7. corr. ex
^ 1.1.14. τ[έκ]να(?) Wilamowitz
^ 1.1.24. l. διατήξας
^ 1.2.43. κλεῖνος ὅπως πάσηισι (or πάσαις ὄφρα λαλοῦσα) Wilamowitz
^ 1.2.58. καλέεσκονεσκον corr. ex ουσιν
^ 1.2.64. l. τ'
^ 1.2.64. Wilamowitz : ὑποφ[  ̣]τε[⁦ -ca.?- ⁩] pap.
^ 1.3.76. pap. : δόγματα μίξας Wilamowitz
^ 1.3.89. l. παρπεπιθ[ο]ῦσα (corr)
^ 1.3.92. Wilamowitz : πολλοῖς pap.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.