Papyri.info

sign in

4565 P. Oxy. 67 = Trismegistos 68633 = LDAB 9904



DCLP transcription: 68633 [xml]

fragment a
[ἐσ]ῆ̣λθε̣[ν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι]
κ[τ]άν̣οι[εν αὐτὴν δραπέται τ’ οἰχοίατο.]
φόβωι δ’ [ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα]
σιγῆι̣· [τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος,]
5στείχ[ειν ἵν’ ἦσαν, καίπερ οὐκ ἐωμένοις.]
κἀντ[αῦθ’ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος]
ταρσ̣[ῶι κατήρει πίτυλον ἐπτερωμένον,]
ν[αύτας τε πεντήκοντ’ ἐπὶ σκαλμῶν πλάτας]
ἔ̣[χοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας]
10ἐλ[ευθέρους πρύμνηθεν ἑστῶτας νεώς.]
κοντ̣ο̣[ῖς δὲ πρῶιραν εἶχον, οἱ δ’ ἐπωτίδων]
ἄγκυ[ραν ἐξανῆπτον, οἱ δὲ κλίμακας]
συ[σχόντες](*) [ἦγον διὰ χερῶν πρυμνήσια]
-- -- -- -- -- -- -- -- -- --
fragment b
-- -- -- -- -- -- -- -- -- --
1κ̣[εῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν]
ἡμ̣[εῖς τε, πυγμαὶ δ’ ἦσαν ἐγκροτούμεναι]
κα[ὶ κῶλ’ ἀπ’ ἀμφοῖν τοῖν νεανίαιν ἅμα]
εἰς π̣[λευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο,]
5ὡς [ξύν τ’ ἀπειπεῖν](*) [καὶ συναποκαμεῖν μέλη.]
δειν̣[οῖς δὲ σημάντροισιν ἐσφραγισμένοι]
ἐφε̣[ύγομεν πρὸς κρημνόν, οἱ μὲν ἐν κάραι]
[κ]άθ̣α[ιμ’ ἔχοντες τραύμαθ’, οἱ δ’ ἐν ὄμμασιν·]
ὄχθοι[ς δ’ ἐπισταθέντες εὐλαβεστέρως]
10ἐμαρν[άμεσθα καὶ πέτροις ἐβάλλομεν.]
ἀλλ’ ε̣[ἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι]
σ̣τ̣[αθέντες ἰοῖς, ὥστ’ ἀναστεῖλαι πρόσω.]

Apparatus


^ a.13. or συ[νδοῦντες], or σύ[ροντες], G. Menci, ZPE 183 (2012) 27-28 : σπ̣[εύδοντες] prev. ed.
^ b.5. corr. ex ωστ, G. Menci, ZPE 183 (2012) 28-29 : ὥστ[ε ξυναλγεῖν] prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.