Papyri.info

sign in

bgu.14.2388 = HGV BGU 6 1270 = BGU 14 2388 = Trismegistos 4550 = bgu.6.1270



DDbDP transcription: bgu.14.2388 [xml]

192/191BC Takona
[Reprinted from: bgu.6.1270] BGU6,1270

Βασι[λεύον]τος Πτ[ο]λεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρ[σινόης Θεῶν Φιλοπατό-]
ρων [ἔτους] τεσσαροσκαιδεκάτου(*) ἐφʼ ἱερέως Θέωνος [τ]οῦ Ζ̣[ηνοδότου Ἀλεξάνδρου]
καὶ Θ[εῶν] Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θε[ῶ]ν̣ [Φ]ι̣λοπατ̣όρων καὶ [Θεῶν]
Ἐπιφανῶν ἀθλοφ[ό]ρου Βερενίκης [Ε]ὐεργέτιδο̣ς̣ Ἀθηνοδώρας τῆς Ἀ[θηνοδώ-]
5ρου κανηφόρου Ἀρσ[ιν]όης Φιλαδέλφου Ἀρτεμιδ̣ώ̣ρ̣ας τ[ῆ]ς Διογέν[ους ἱερείας]
Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίο[υ μη]νὸς Ἀπελλ[αίου   ̣  ̣  ̣  ̣  ̣  ̣]
τηι ἐγ κώμηι Τακόνα τοῦ Ὀξυρυγχίτου ν[ο]μοῦ· [ἐ]μίσθωσεν [Σῶσος   ̣  ̣  ̣  ̣  ̣  ̣]
τῶν Διονωσίου [ἰ]δ̣ι̣[ώ]τ̣η̣[ς Πόλωνι   ̣]ν̣ι̣α̣κ̣  ̣  ̣ο̣ς̣ Κ̣υ̣ρ̣ηνα̣[ίωι] καὶ Φιλίπ[πωι   ̣  ̣  ̣  ̣  ̣  ̣]
μωνος Κρη̣τὶ [κ]α̣ὶ̣ Φ̣[ι]λοκρ̣[άτει] Ἀμύντου Κυρην[αίω]ι κ[α]ὶ Θεοφ̣[ίλωι   ̣  ̣  ̣  ̣  ̣  ̣]
10νορος Χαλκιδεῖ τοῖς τέσσαρσ[ι]ν τῆς ἐπιγον[ῆς τ]ῆς ἐ[κ το]ῦ ἑ[αυ]τοῦ [κλή-]
ρου γῆς ἀναπεπαυμένης ἐν τῆι μέσηι σφ[ραγῖδι -ca.?- ]ρ̣[ -ca.?- ]
εἴκοσι δύο ἢ ὅσαι ἂν γένωνται ἐγ [γ]εωμετρί̣[ας ἐκφορ]ίου τὴν ἄρουρ[α]ν [ἑκά-]
στην πυρῶν ἀρταβῶν δύο καὶ̣ ἄλλ[η]ν [ἀ]γ̣[εώργη]τ̣ο̣ν̣ γῆν ἀπὸ ν̣ό̣τ̣ου τ̣ο̣[ῦ]
Χηγ̣ι̣ ἀπὸ τοῦ Φρυν̣ί̣χ̣ο̣υ̣ πλευρ̣ι̣σμοῦ ἐπὶ [  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣ς τῆς διώρυγος⟧ σχοι-
15νία̣ δύο καὶ ἀπὸ τοῦ Χηγ̣ι̣ [ἐ]πὶ̣   ̣ογ̣ον σ̣χοιν[ία ὀκτ]ὼ ἐκφορίου ἑκάστην
ἄρουραν πυρῶν ἀρτάβης μιᾶς ἐ̣[φʼ ὧι] δ̣[ώσ]ει Σ̣[ῶσ]ο̣ς Πόλωνι καὶ τοῖς μετόχοις
ἀπὸ τῆς πάσης γῆς ἄρουραν μίαν [ο]ὐ λ[α]β̣ὼν αὐτῆς ἐκφόριον οὐθὲν ἀπὸ μη-
νὸς Δύστρου τοῦ ἐν τῶι πεντεκαιδεκάτ[ω]ι ἔτ[ει] εἰς ἐνιαυτὸν ἕνα τὸν τοῦ πεν-
τεκαιδεκάτου ἔτους σπόρον ἄνευ σπέρμ[α]τος ἀκίνδυνον παντὸς κινδ[ύ-]
20[νο]υ πλὴν ἀβρόχου τῆς δὲ γενομένης γῆς ἀ̣β̣[ρό]χου ἐν τῆι γῆι ταύτηι ὑπόλ[ο-]
γος ἔστω Σώσωι τὸ κατὰ λόγον τῆς γῆς [ε]ἰς τὰ προγεγραμμένα ἐκφόρ[ια]·
βεβαιούτω δὲ Σῶσος Πόλωνι καὶ τοῖς με[τό]χοις καὶ τοῖς παρʼ αὐτῶν τὴν
μεμισθωμένην αὐτοῖς [γ]ῆν κ̣α̣θ̣  ̣[  ̣]ς̣ ε  ̣[  ̣  ̣  ̣] Traces

Apparatus


^ 2. l. τεσσαρεσκαιδεκάτου

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.