Papyri.info

sign in

bgu.16.2611 = HGV BGU 16 2611 = Trismegistos 23334



DDbDP transcription: bgu.16.2611 [xml]

10 BC Herakleopolites

Ἡρακλείδης Ἀθηνοδώρωι τῶι ἀδελφῶι
πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγ{ε}ιαίνειν
ὡς ε<ὔ>χομαι· ἀνέγνων ἃ γεγράφεις· οὔτε ποταπῶι
μέτρωι ἐνβάλομαι(*) οὐ γράφεις εἰς πόλ{ε}ιν· καὶ εἰ ἐκ τῶν
5πρώτων πυρῶν ἐνβάλῃ(*) εἰς Ἀλεξάνδρεα(*), σήμην(ον)(*)·
εποπορος δέ μοι προσῆ<λ>θε ἐν τῇ Βουσίρει χάρ{ε}ιν
(πυροῦ ἀρταβῶν) φ ἐκ δραχμῶν διακοσίων · ἐπὶ τόπου
<ε>ἴποι σοι· σήμηνον μοι αὔριον εἰς βουσι{ρ}ειν(*) ὡς τὸ
μέτρον ἐκεῖ ἐστ{ε}ιν· ἐγὼ{ι} γὰρ αὔριον εἰς Τιλῶθ{ε}ιν
10πορεύομαι δο  ̣[  ̣  ̣]  ̣  ̣[  ̣  ̣  ̣  ̣]ματα τοῖς ἐμπόροις ειποι
Traces [ -ca.?- ]  ̣ ἡμ̣ῖ̣ν ἵνα ἐὰν ἄλλ̣οι ἔλθωσιν
πωλῶι· καὶ μὴ καθάπαξ ⟦απ⟧ κατέχωμεν τοὺς ἐμπόρου(ς)·
τὰ δʼ ἄ<λ>λα σεα<υ>τοῦ ἐπιμέλου ἵνʼ ὑγ{ε}ιαίνησ{ς̣}.
~~~~~~~~
15ἔρρωσο (ἔτους) κα Καίσαρος Χοιὰκ κ
15πάντως σήμηνόν μοι αὔριον περὶ τοῦ μέτρου καὶ περὶ
τοῦ ἐμπόρου· καὶ εἰς {τ}ειλωθειν(*) μοι ἀποστεῖλον·
πέμψον σάκ<κ>κους· αἰτούμεθα φόρετ<ρ>ον τῶν ἑκατὸν
ἀρταβῶν (δραχμὰς) δ.

Apparatus


^ 4. l. ἐμβάλωμαι
^ 5. l. ἐμβάλῃ
^ 5. l. Ἀλεξάνδρειαν
^ 5. l. σήμαν(ον)
^ 8. l. ἐν Βουσίρει
^ 16. l. ἐν Τιλώθει

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.