Papyri.info

sign in

bgu.16.2631 = HGV BGU 16 2631 = Trismegistos 23355



DDbDP transcription: bgu.16.2631 [xml]

r
Πάππος Ἀθηνοδώρωι τῶι θε<ι>οτάτῳ
διοικητῆι πλεῖστα χαίρειν καὶ διὰ παν-
τὸς διευτυχεῖν ἄριστʼ ἐπανάγειν. ἐπ<ε>ὶ πα-
ρα̣ποδ{ε}ίσθην εἰς Μέμφιν γενέσθαι χάριν
5ἱματίων διὰ τήν παράστασιν Γάλλου πέ-
πομφα Ἀσκλάπωνα ὅπως   ̣  ̣  ̣  ̣  ̣ ἀν-
[έ]β̣ηι· ἐὰν {ς} οὖν σοι φαίνηται εὐθέως
ἀ̣νάνκασον(*) ἐξορμῆσαι ἵνα {  ̣} αὐτὸς
[μὴ] παραποδείσθω· ἐκδέχομαι παρʼ αὐτὸν
10[ἕ]ξ̣· Ἀ̣σ̣κ̣λ̣ά̣π̣ω̣ν̣ δ̣έ̣ μ̣ο̣ι̣ σ̣υ̣μ̣β̣ο̣ύ̣λ̣ε̣υ̣σ̣ε̣ ε̣υ̣κ̣λ̣  ̣  ̣
συνήγορον παραστῆσαι· ἄτερ οὖν τῆς
σ̣[ο] υ̣ γνωμῆς οὐκ ἐβουλήθην δαπα-
νᾶσθαι· διὸ ἐάν σοι φαίνηται, σήμανον.
πέπομφα{ι} δέ σοι τὴν καταγραφήν τοῦ
15ἐν ἁλύ(*) χωρίου καὶ τὸν τοῦ βασιλικ(οῦ) γραμμ\ατέ(ως)/
σχοινισ̣μ̣[ό]ν· ἐπιχρονίζω ἐκτὸς τῶν
[χρό]νω̣ν. ἐάν σοι φαίνηται διʼ ἡμερῶν
  ̣λ[  ̣]τος πέμπψον ὀψαρίδια. τὰ δʼ ἄλ<λ>α ἐ<πιμέ>λου
[σε]α̣[υ]τ̣οῦ ινʼ ὑγιαίνῃς, ὃ δὴ μέγιστον
20[ηγοῦ]μ(αι). ἔρρωσο
(ἔτους) κ̣α Καίσαρ[ο]ς Φαμεν(ὼθ) ϛ
v
[ -ca.?- Ἀθ]η̣νοδώρωι̣ τῶι διοικητῆι

Apparatus


^ r.8. l. ἀνάγκασον
^ r.15. l. ἐν ἁλί

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.