Papyri.info

sign in

bgu.16.2644 = HGV BGU 16 2644 = Trismegistos 23368



DDbDP transcription: bgu.16.2644 [xml]

4 BC Herakleopolites

[ -ca.?- Ἀ]θηνοδώρωι τῶι ἐμπολαίωι
[ -ca.?- πλεῖστ]α̣ χαίρειν καὶ διὰ παντὸς
[ἐρρωμένωι ἄριστ]α ἐπανάγειν ὡς εὔχομαι·
[γίγνωσκε ὅτι τὰ] πλοῖα ἅπαντα ἐνγεγάρευται
5ὑπὸ τῆς λεγεῶνος καὶ οὐχ εὑρίσκω{ι} πως νῦν
[τὸν πυρὸν] μεταγάγω{ι} εἰς Κόμα· εἰ οὖν ἐ[θέλεις]
πέμψον μοι πλοῖον ἕ̣τερον ὅπως π̣[ορεύωμαι]
εἰς τὴν̣ Κόμα· ἐὰν γὰρ μὴ μεταχθῆ[ι ὁ πυρὸς]
ἄ̣πρατος ἔσται· ἕκαστος γὰρ   ̣  ̣  ̣[ -ca.?- ]
10  ̣ου γεωργὸς ἀπὸ Νέας Ἀγορᾶ<ς>· οἱ γὰρ ἑλόντες τὴν νέαν
ἤδη οἱ πλείονες πε̣δ̣  ̣  ̣τα[ι] τὴν τιμὴν τῆι λεγεῶν̣ι̣·
Ἀντίοχός φασιν ἐμὲ δεῖ<ν> λαβεῖν εἰς ἃ ἐπο<ί>ησαν   ̣[  ̣  ̣  ̣]
ὑπερ  ̣  ̣  ̣ τ[ -ca.?- ]ὸ̣ ἀνήλ̣ω̣μ̣[α]· πρὸ τῶν ὅλων σεα<υ>τοῦ
ἐπιμέλο̣[υ] ἵ[νʼ] ὑγιαίνῃς ὃ δὴ μέγιστον ἡγοῦμαι·
15ἔρρωσο· (ἔτους) κϛ Καίσαρ(ος) Ἐπεὶφ β

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.