Papyri.info

sign in

bgu.4.1149 = HGV BGU 4 1149 = Trismegistos 18595



DDbDP transcription: bgu.4.1149 [xml]

13 BC Alexandria

(hand 2?) κόλ(λημα)
(hand 1) Πρωτάρχωι
παρὰ Γαίου Ἰουλίου Φιλίου καὶ παρὰ Μάρκου Μουνατίου Ἐπιν̣α̣  ̣  ̣  ̣
Πέρσου τῆς ἐπιγονῆς καὶ τῆς γυναικὸς Ἰσιδώρας τῆς Ἀρείου Περσείνη(ς)(*)
5μετὰ κυρίου τοῦ ἀ̣ν̣δ̣ρός. περὶ τῶν διεσταμένων συνχωρεῖ ὁ Γάιος Ἰούλ(ιος)
Φίλιος εἰληφέναι παρά τε τοῦ Μάρκου καὶ τῆς Ἰσιδώρας δι[ὰ]
τῆς Κάστορος κολλυβιστικῆς τραπέζης εἰς ἃ \ἔλαβον π̣α̣(ρὰ)/ ⟦  ̣  ̣  ̣  ̣
αὐτοῦ ὅ τε Μᾶρκος καὶ Ἰσιδώρα σὺν Σέξστωι ⟦  ̣  ̣  ̣  ̣ν̣τίῳ⟧
Ποπιλλίωι Σαραπίωνι ὅσπερ μετήλλαχεν δάνεια δύο
10κατὰ συγχωρή\σεις/(*) τὰς διὰ τοῦ αὐτοῦ κριτηρίου γεγονυίας τ̣ῶ̣ι̣   ̣ (ἔτει(?))
Καίσαρος ⟦Μεχεὶρ⟧ μίαν μὲν Μεχεὶρ δραχμῶν τετρακοσί[ων] ,
τὴν δὲ ἑτέραν τῶι Φαμενὼθ δραχμῶν ἑκατὸν πεντήκο(ντα)
εἰς τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς φν ἐπ̣ὶ̣ λόγωι̣ \⟦παρὰ Σ̣α̣(ραπίωνος)⟧/ ἀργυ(ρίου) (δραχμὰς)
διακοσίας εἴκοσι δύο \⟦Μάρκου καὶ Ἰσιδώρας⟧/ ⟦κ̣α̣ὶ̣ ε̣ἰ̣ς̣   ̣  ̣  ̣  ̣μενον⟧, ἐκπε̣π̣λη̣ρ̣ῶ̣σ̣θ̣α̣ι̣
15δὲ καὶ τοῖς ἀμφοτέρων τῶν δανείων τόκοις μέχρι Φαμενὼθ
τοῦ ἐνεστῶτος ιζ (ἔτους) Καίσαρος διὰ χειρὸς ἐξ οἴκου, ὥστε λοιπ(ὰς)
ὀφείλεσθαι αὐτῶι Γαίωι Ἰουλίωι Φιλίωι ὑπό τε τοῦ ―
Μάρκου καὶ τῆς Ἰσιδώρας ἀργυρίου δραχμὰς τριακο-
σίας εἴκοσι ὀκτώι(*) , ἃς καὶ κομισάμενος ὁ Φίλιος ⟦  ̣  ̣⟧ κ̣α̣ὶ̣
20  ̣  ̣  ̣  ̣[- ca.18 -]δ̣εκασ̣την μητ̣εκ̣α̣  ̣  ̣  ̣
ἐ̣ν̣ ᾧ̣ μ̣ε̣μ̣έ̣ρικεν αὐτοῖς χρόνωι μ̣η̣[νῶν δύο]
ἀπὸ Φαρμοῦθι τοῦ αὐτοῦ (ἔτους) λύσιν ποήσασθαι(*) τῶν προκ(ειμένων)
δανειστικῶν συγχωρή̣(σεων) δύο καὶ ἀν̣α̣δ̣ώσειν τῇ
Ἰσιδώρᾳ \ἢ τῶι καταβαλόντι αὐτῶ̣ν/ ἃς εἴληφεν παρʼ αὐτῆς ἐν ὑπαλλάγματ̣ι ἀσφαλ(είας)
25⟦ἀσφαλείας δύο ⟧ ἀντίγραφόν \τε/ συγχωρήσεως καὶ διαθή-
κην κατὰ τοῦ ὑπάρχοντος αὐτῇ δούλου Ζ̣ω̣σ̣ί̣μου
⟦οἷα̣ καὶ εἴληφεν⟧, ἐὰν δὲ μὴ ἀποδῶσιν οἱ ὑπόχρεοι Μᾶρκ(ος)
καὶ Ἰσιδώρα διελθόντων τῶν δύο μηνῶν τὰς τοῦ ἀργυ(ρίου) (δραχμὰς) τκη
καὶ ταύτης γείνεσθαι τὴν πρᾶξιν τῷ Γαίωι Ἰουλίωι
——
30Φιλίωι ἔκ τε αὐτῶν τῶν δύο \ὄντων ἀλληλ(εγγύων) εἰς ἔκ(τισιν)/ καὶ ἐξ ἑνὸς καὶ ἐξ ὁποτέρο̣υ̣
οὗ ἐὰν αὐτῶν αἱρῆται ⟦καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων, ἔτι δὲ⟧
καὶ ἐκ τοῦ δούλου Ζ̣ω̣σ̣ίμου καὶ ἐκ τῶν ἄλλων αὐτς(*) ὑπαρχόντ(ων)
ταῖς προκειμέναις σ̣υ̣ν̣χ̣ω̣ρ̣ή̣(σεσιν) ἀ̣κ̣ο̣λ̣ο̣ύ̣θ̣ως, ἐὰν δὲ συν-
βῇ τὸν δοῦλον διαδρᾶναι ἢ̣ καὶ παθεῖν τι ἀνθρώπινον,
35καὶ οὕτως εἶναι τὰ ὀφιλόμενα(*) ἀκίνδυνα παντὸς
κινδύνου ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσιν
πίστεων [πασ]ῶν σκέπης πάσης. (ἔτους) ιζ Καίσαρος Φαρμοῦθι ιβ.
——
monogr.

Apparatus


^ 4. l. Περσίνη(ς)
^ 10. corr. ex συγχωρη⟦σιν⟧
^ 19. l. ὀκτώ
^ 22. l. ποιήσασθαι
^ 32. l. αὐτ<οῖ>ς
^ 35. l. ὀφειλόμενα

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.