Papyri.info

sign in

bgu.6.1266 = HGV BGU 6 1266 = BGU 14 2386 = Trismegistos 2667



DDbDP transcription: bgu.6.1266 [xml]

203/202 BC Oxyrhynchite
[Reprinted from: bgu.14.2386] ext,r=BGU14,2386

int,r
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θε-
ῶν Φιλοπατόρων ἔτους τρίτου ἐφʼ ἱερέως Σατύρου τοῦ Εὐμέ-
νους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ
θ̣[ε]ῶ̣ν ευγετων(*) καὶ θεῶν Φιλοπατόρων ἀθλοφόρου Βερενίκης Εὐ-
5ε̣ρ̣γέτιδος Ἀρσινόης τῆς Σόλωνος κανηφόρου Ἀρσινόης Φιλαδέλ-
φου Σ̣ωστράτης τῆς Ἀντιγένους μηνὸς Ἀρτεμισίου ἐν Τάκονα
τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν Πολιάνθης Νικάνδρου \Μ[α]κεδὼν/τῆς ἐ-
πιονῆς(*) Θέωνι Ἀπολλωνίου Πέρσηι(*) καὶ Μενεδήμωι Ἀμ[ύ]ντου Κυρηναί-
ωι καὶ Σωστράτωι(*) Θεοδότου Καλχηδονίωι(*) τοῖς τρισὶ τῆς ἐ-
πιονῆς(*)
10τὸν κλῆρον τὸν Λέοντος τοῦ Κάλλιος Κυρηναίου ὀρφανοῦ, ἐφʼ ὧι
μεθέξει αὐτοῖς Πολιάνθης τὸ πέμπτον(*) μέρος τοῦ κλήρου Σώστρατο\ς/(*)
δὲ δύο μέρη Θέων δὲ πέμπτον μέρος Μενέδημος δὲ πέμπτον
μέρος, συνεισφέροντες ἀλλήλοις τά τε σπέρματα καὶ τὴν κατεργα-
σίαν τοῦ κλήρου ἑκάτερος κατὰ τὸ ἑαυτοῦ μέρος εἰς ἐνιαυτὸν
15ἕνα σπόρον καὶ θεριζμὸν(*) ἕνα τὸν σπόρον τοῦ τρίτου ἔτους, ἐκφο-
ρίου τακτοῦ ὅλου τοῦ κλήρου ὀλυρῶν ἀρταβῶν ἑκατὸν ἴκοσι(*) πέν-
τε καὶ χόρτου λωτίνου ἀρῶν(*) τριῶν . τὸ δʼ ἐκφόριον ἀπ[ο]δ̣ό̣τωσαν
Θέων καὶ οἱ προγεγραμμένοι μέτοχοι τὸ καθʼ ἑαυτὸν μέρος Πο-
λιάνθηι(*) ἀκίνδυνον καὶ κανυπολογονον(*) πάσης φθορᾶς πλὴν πολε-
20μίων(*) ἐμ(*) μηνὶ Αὐδναίωι τοῦ τρίτου ἔτους ὄλυραν καθαρὰν ἀπὸ πάντων
μέτρωι χόϊ δικαίωι καὶ καταστησάτωσαν(*) εἰς Τάκονα
πρὸς Πολιάνθην τοῖς ἰδίοις ἀνηλώμασιν καὶ τὰς τρῖς(*) ἀ̣ρ̣ού-
ρας τοῦ χόρτου δότωσαν Πολιάνθηι ἀπὸ μιᾶς κεφαλῆς ὅθεν ἂν
ἐγλέξηται Πολιάνθης καὶ ἐκ τούτων ἀρούρας δρα  ̣  ̣  ̣  ̣α̣ι̣ κ̣αὶ
25δ̣ῆσαι καὶ ἀνακομίσαι εἰς Τακόνα πρὸς Πολιάνθην
23/25(*)
25τοῖς [ἰ]δί-
οις ἀνηλώμασιν· ἐὰν δὲ μὴ ἀποδο͂σι(*) ἢ μὴ καταστήσωσιν καθʼ ὃ(*)
γέγραπται, ἀποτισάτωσαν Πολιάνθηι τῶμ(*) μὲν ὀλυρῶν τῆς
ἀρτάβης ἑκάστης ἀργυρίου δ̣ρ̣[α]χ̣μὰς ἴκοσι(*) , τοῦ δὲ χόρτου τῆς
ἀρούρας ἑκάστης ἀργυρίου δραχμὰς τριάκοντα , τῶν δὲ καρ-
30πῶν κυρι̣ε̣ύ̣ε̣τ̣ω̣ Πολιάνθης ἥως(*) ἂν τὸ ἐκφόριον κομίσηται· ἐ-
ὰν δὲ ἐγπραχθῶσιν περὶ τοῦ κλήρου εἰς τὸ βασιλικὸν ὑπολογί-
τωσαν(*) Πολιάνθῃ εἰς τὰ ἐκφόρια. βεβαιουτων(*) δὲ Πολιάνθης
Θέωνι̣ κ̣α̣ὶ̣ τοῖς μετόχοις τὸν κλῆρον καὶ τοὺς καρποὺς τὸν
συγγεγραμμένον χρόνον καθότι μεμίσθωκεν αὐ-
35τοῖς, ἐὰν δὲ μὴ βεβαιο̣ῖ̣ ἢ ἐγβάλλωνται ἐκ τοῦ κλήρου ἢ ἐκ
τῶν καρπῶν ὑπό τινος οὖν πλὴν βασιλικοῦ κωλύμματος(*),
ἀποτισάτω Πολιάνθης Θέωνι καὶ τοῖς μετόχοις ἐπετι-
μον(*) ἀργυρίου δραχμὰς τετρακισχιλίας . κυρία ἡ συγ-
γραφή. μάρτυρες· Φιλωνάδης Κυρηναῖος δεκανικός, Ἀτίας Θρᾶιξ
40ἰδιώτης, οἱ δύο τῶν Φίλωνος, Εὔβιος Χαλκιδεὺς διμοιρίτης, Λεύκιος
Θρᾶιξ λοχαγός, οἱ δύο τῶν Ἐνδίου, Ἀριστόμαχος Πτολεμαίου   ̣  ̣  ̣
νος, Δημήτριος Δημητρίου Χαλκιδεύς, οἱ δύο τῆς ἐπιγο̣ν̣ῆ̣ς̣.
int,v
Πολιάνθου Φιλωνάδου Εὐβίου Ἀριστομάχου
Θέωνος
45Σωστράτου Ἀττίου Λευκίου Δημητρίου
Μενεδήμου
ext,v
(hand 2) (ἔτους) γ μί(σθωσις) κλ(ήρου) Λέοντος
πρὸς Πολίανθον(*) κ̣α̣ὶ̣
Σώστρατον καὶ τοὺ[ς]
50μετόχο[υς]

Apparatus


^ int,r.4. or Εὐεργετῶν, l. Εὐ<ερ>γετῶν
^ int,r.7-8. l. ἐ|πι<γ>ονῆς
^ int,r.8. or Πέρσηι τῆς ἐπιγονῆς
^ int,r.9. or Σωιστράτωι
^ int,r.9. l. Χαλκηδονίωι
^ int,r.9-8. l. ἐπι<γ>ονῆς
^ int,r.11. or πέμπτομ
^ int,r.11. or Σω(ῶ)στρατος
^ int,r.15. l. θερισμὸν
^ int,r.16. l. εἴκοσι
^ int,r.17. l. ἀρ<ουρ>ῶν
^ int,r.19. or μέτοχοι Πολιάνθηι τὸ καθʼ ἑαυτοὺς μέρος
^ int,r.19. or ἄσπερμον κα ὶ ἀκίνδυν, l. ἀνυπόλογον
^ int,r.20. or πλὴν πολεμίων κωλύματος
^ int,r.20. l. ἐν
^ int,r.21. or καταστησάτωσαν τὸ καθʼ ἑαυ[το]ὺς μέρος τοῦ ἐκφορίου
^ int,r.22. l. τρεῖς
^ int,r.23-23/25. or τοῦ χόρτου [δότ]ωσαν Πολιάνθηι τοῦ γενομένου ἐν τῶι κλήρωι ἀπὸ μιᾶς [κεφ]αλῆς ὅθεν ἂν ἐγλέξηται Πολιάνθης τοῦτο̣ [  ̣  ̣  ̣]κ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣]σ̣αν̣ Θέων καὶ Μενέδημος καὶ Σώστρα[τος - ca.11 -] καὶ δήσαντες καθʼ ὥραν ἀνακομιζέτ[ωσαν πρὸς Πολιά]νθην
^ int,r.26. l. ἀποδῶσι
^ int,r.26. or καθὼς
^ int,r.27. l. τῶν
^ int,r.28. l. εἴκοσι
^ int,r.30. l. ἕως
^ int,r.31-32. l. ὑπολογεί|τωσαν
^ int,r.32. l. βεβαιούτω
^ int,r.36. l. κωλύματος
^ int,r.37-38. l. ἐπίτι|μον
^ ext,v.48. l. Πολίανθην

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: bgu.14.2386 [xml]

203/202 BC Takona
[Reprinted from: bgu.6.1266] cfBGU6,1266,ext,r

-- -- -- -- -- -- -- -- -- --
1[⁦ -ca.?- ⁩]  ̣  ̣[  ̣  ̣  ̣]  ̣  ̣  ̣[  ̣  ̣  ̣]
[⁦ -ca.?- ⁩]ε̣  ̣[⁦ -ca.?- ⁩ ἐπί]τ̣ι̣μ̣[ο]ν δραχμὰς τετρα-
κ̣ι̣σ̣χ̣ιλίας · ἡ̣ δὲ σ̣[υγ]γ̣ρα[φὴ] ἥδε κυρ[ί]α ἔστω πανταχῇ οὗ ἂν
ἐπιφέρηται· μάρ[τ]υρε[ς· Φ]ι̣[λω]νάδης̣ Κ̣υρηναῖος δεκανικός,
5Ἀττίας Θρᾶιξ ἰδιώτης οἱ [δύο τ]ῶν Φίλωνος, Εὔβ̣ι̣ο̣ς̣ Χ̣[αλ]κιδεὺς
διμοιρίτης, Λεύκιος Θρᾶιξ λοχαγός, οἱ δύο τῶ[ν Ἐ]νδίου,
Ἀριστόμαχος Πτολεμαίο̣υ Β̣ιθυνός, Δημή[τρ]ιος Δημητρί-
ου Χαλκιδεύς, οἱ δύο τῆς ἐπιγονῆς·
[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣]ης

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.