Papyri.info

sign in

chr.mitt.85 = HGV BGU 1 19 = Trismegistos 8950 = bgu.1.19



DDbDP transcription: chr.mitt.85 [xml]

AD 135 Arsinoite
[Reprinted from: bgu.1.19] BGU1,19

1
ἀντίγραφον.
ἐξ ἀναπομπῆς Πετρωνίου Μαμ[ερτ]είνου ἐπάρχου Αἰγύπτου.
(ἔτους) ιθ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιζ ἐπὶ τῶν κατὰ Χεναλεξᾶν πρὸς
Πετεσοῦχον καὶ Διονύσιον. Μένανδρος ὁ κριτὴς τοῖς διαδικαζομένοις
5εἶπεν· ὑπερεθέμην τὸ νῦν π[ρᾶγ]μα, ἐπὶ(*) καθολικὸν ἦν, ἄχρι οὗ γράψω
τῷ κρατίστῳ ἡγεμόνι εἰ̣ [κ]αὶ̣ {α̣ι̣} Αἰγυπτίων υἱωνοῖς καὶ υἱδ[αῖ]ς δέδοται
τὰ μαμμῷα [δι]ὰ τῆς τοῦ κυρίου Ἁδριανοῦ Καίσαρος χάριτος. ἀναγνωσθή-
σεται οὖν ἡ ὑπʼ ἐμοῦ τῷ κρατ[ίστῳ] ἡγεμόνι γραφεῖσα ἐπιστολὴ καὶ ἡ
ὑπὸ αὐτοῦ ἀντιγραφεῖσά μοι [  ̣]  ̣ [κ]ελεύσας ἀμφοτέρας ἀναγνωσθῆναι
10τοῖς τε ὑπομνήμασι ἀναλ[ημ]φθῆναι περιεχων(*) κατὰ λέξιν οὕτως·
Πετρωνίῳ Μαμερτείνῳ τ[ῷ κρ]ατίστῳ ἡγεμόνι Μένανδρος γενό-
μενος βασιλικὸς γραμ[ματ]εὺς Ἀρσινοείτου χαίρειν.
Χεναλεξᾶς Ἀλεξάνδρου Αἰγ[υπ]τία τῷ διεληλυθότι διαλογισμῷ
ἐδικάσατο ἐπὶ Ἡρακλείδου κρ[ιτο]ῦ πρὸς Πετεσοῦχον θεῖον ἑαυτῆς
15πρὸς πατρὸς καὶ Διονύσιον [ἀνε]ψιὸν περὶ μαμμῴων ὑπαρχόντων,
ὧν ἔλεγον(*) εἰς τὸν πατέρα ἑ[αυ]τῆς ἀπὸ τῆς μητρὸς αὐτοῦ ἐληλυθέ-
ναι. ἐπεὶ δὲ οἱ περὶ τὸν Πετεσ[ο]ῦχον διεβεβαιώσαντο ἐκεινο[υ]ς(*) προ-
τετελευτηκέναι τῆς μητρὸς [τ]ῷ α (ἔτει) Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου,
αὐτὴ δὲ τῷ ιε (ἔτει), τοῦτο ἀποδεῖξαι διὰ γραμμάτων ὑπέσχετο. ὑπερετέθη
20ἡ διάγνωσις εἰς τὴν ἀπόδειξιν, νῦν ἀναπεμφθεντες(*) ἐπʼ ἐμὲ πρὸς τοὺς
αὐτοὺς ἠξίου προσφυγεῖν τῇ χάριτι τοῦ θεοῦ ἐπιφανεστάτου Αὐτοκράτορος
2
καὶ Αἰγυπτίοις συνκεχωρημένου τὰ μαμμῷα κληρονομεῖν καὶ ἐπήνεγκ[ε]
Γελλίου Βάσσου τοῦ κρατίστου ἐπιστρατήγου ἀπόφασιν κεκρικότος καὶ τοὺς τῶ[ν]
παίδων παῖδας μετουσίαν ἔχειν τῆς τῶν μαμμῴων κληρονομίας, ἐγ[έ-]
γραπτο δὲ διὰ τῆς ἀποφάσεως αὐτοῦ μετʼ ἄλλα οὕτως· ὅσα προσή\γ/ναντο(*) πα[τρι-]
5κ̣ῶ̣ν̣ περὶ τὸν προκείμενον ἀπὸ τῆς Εὐδαιμονίδος διαθήκης ἢ καθʼ ὅν[τινα]
τ[ρ]όπον, ταῦτα μετεῖναι τοῖς ἐκείνου τέκνοις. ζητουμένου οὖν καὶ τού[του εἰ]
τετελευτηκυίας τῆς μάμμης αὐτῆς ἀδιαθέτου πρὸ θ (ἔτους) τῆς τοῦ Αὐτοκ[ράτ(ορος)]
χάριτος λήμψεται ἡ υἱδὴς τὴν τοῦ πατρὸς μοῖραν, γράφω σοι, ἡγεμώ[ν μου],
ἵνα τὸ δόξαν κελεύσῃς γενέσθαι. ἐρρῶσθαί σε εὔχομαι, ἡγεμὼν κύ[ριε].
10(ἔτους) ιθ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ ιδ.
πρὸς ἣν ἀντεγράφη·
Πετρώνιος Μαμερτεῖνος Μενάνδρῳ γενομένῳ βασιλ(ικῷ) γρ(αμματεῖ) Πολέμ[ωνος]
μερίδος χαίρειν.
εἰ μηδὲν ἐκρίθη μέχρι τούτου Χεναλεξᾶτος καὶ Πε[τ]εσούχου δι[  ̣]  ̣[  ̣]
15πρὸς πατρὸς θείου καὶ Διονυσίου ἀνεψιοῦ περὶ τῶν μαμμῴων α[ὐτῆς]
ὑπαρχόντων, προσήκει σε ἀκολούθως τοῖς τοῦ κυρίου γράμμ[ασιν]
Χεναλεξᾶ τῶν(*) πατρῷων(*) μέρος ὃ περιὼν ἂν ὁ πατὴρ αὐτῆς ἔλαβ[εν] <προσκρίνειν>.
ἔρρωσο. (ἔτους) ιθ Μεχεὶρ ιδ, ἀπεφή[ν]ατο· Θεναλεξᾷ τὸ πατρῷον μέρος ὃ περιὼν ἂν ὁ πατὴρ αὐτ[ῆς ἔλαβ(εν)]
⟦προσήκειν⟧ δοκεῖ ἀκολούθως τοῖς ὑπὸ τοῦ κρατίστου ἡγεμόνος γραφ[εῖσι].
20Ἀσκληπιάδης ῥήτωρ· τὰς προσόδους ταύτῃ τῶν χρόνων ὧν ἐπ[εκρά-]
τησ̣α̣ν οὗτοι ἀποδότωσαν. τῶν περὶ Πετεσοῦχον λεγόντων ἑαυτο̣[  ̣  ̣  ̣  ̣].

Apparatus


^ 1.5. l. ἐπεὶ
^ 1.10. l. περιεχούσας
^ 1.16. l. ἔλεγεν
^ 1.17. l. ἐκεῖνον
^ 1.20. l. ἀναπεμφθεῖσα
^ 2.4. l. προσήγοντο
^ 2.17. l. τὸ
^ 2.17. l. πατρῷον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.