Papyri.info

sign in

cpr.15.3qtpl = HGV CPR 15 3 = Trismegistos 9911



DDbDP transcription: cpr.15.3qtpl [xml]

AD 11 Soknopaiou Nesos
[Reprinted from: .] qtpl=SB1,5231;5275;CPR15,2;4

ἀντίγραφον [συγ]γραφῆς Αἰγυπτίας πράσεως Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. ἔτους μα τῆς Καίσαρος κρατήσεως {θ} θεοῦ υἱοῦ μηνὸς Ἁθὺρ κδ. λέγει ἐμνίθης ὀρπάις τοπαίις προφήτης
ἐκ προφήτου Χαιρήμων Ἡρώιδου μητρὸς Θάσιτος νοι̣βουάπει ῥ̣εισεεῖ ῥεισιγέτου νεφερσάτι Σαταβοῦτι Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος· πέπεικάς με ἀργυρίῳ τῇ τιμῇ τῆς
ὑπαρχούσης μοι οἰκίας ᾠκοδομημένης ἐστεγασμένης τεθυρομένης(*) κάτω ἄνωι(*) καὶ τοῦ ἐγ(*) βορρᾶ ταύτης προνησίου καὶ αἰθρίου καὶ τῶν ἐγ(*) νότου τόπων ψιλῶν καὶ τῶν συν̣-
κυρόντων πάντων ἐν κώμῃ Σούχου νήσου Σωκνοπαίου θεοῦ μεγάλου μεγάλου τῆς Ἡρακλείδου [μερ]ίδος τοῦ Ἀρσινοίτου νομοῦ ἐπὶ τοῖς οὖσι μ̣έτροις πᾶσι. γείτονες νότου περίμετρον
5κώμης β̣ορραῖ(*) Ὥρου τοῦ Ὥρου οἰκία λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί. σὰ δʼ ἔστιν ἀπὸ τῆς ἐνεστώση̣[ς] ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον καὶ οὐ[κ] ἐ̣ξέσται μοι οὐδʼ ἄλλωι οὐδενὶ ἁπλῶς
[κυ]ρ̣ιεύειν αὐτῶν πλὴν σοῦ ἀπὸ τῆς σήμερον ἡμέρας ἐπὶ τὸν ἀεὶ χρόνον. ἐὰν δέ τις ἐπέλθῃ ἐπὶ σὲ περὶ αὐτῶν ἐξτήσωι(*) αὐτὸν ἀπὸ σοῦ ἐπάναγκον ἀνεπικὲς(*) καὶ βεβαιώσω(*) σοι
[αὐ]τ̣ὰ ἀπό τε συγγραφῶν πασῶν καὶ συναλλαγμάτων πάντων καὶ παντὸς εἴδους ἐάν τε ἀδελφὸς ἢ ἀδελφηι(*) ἢ υ(*)ἱὸς ἢ θυγάτηρ ᾖ παντὸς̣ τῷ καθόλου. σαὶ δʼ εἰσὶν αἱ γεγονυεῖα[ι](*)
[κατʼ αὐ]τῶν συ[γ]γ̣ραφαὶ πᾶσαι καὶ αἱ γεγενημέναι μοι κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ αἱ γεγονυεῖαι(*) τῷ τε πατρὶ καὶ τῇ μητρί μου κατʼ αὐτῶν συγγραφα̣ὶ πᾶσαι καὶ συναλλάγ[ματα ⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 3. l. τεθυρωμένης
^ 3. l. ἄνω
^ 3. l. ἐκ
^ 5. l. βορρᾶ
^ 6. l. ἐκστήσω
^ 6. l. ἀνεπιεικὲς
^ 6. corr. ex βεβαιωσο
^ 7. l. ἀδελφὴ
^ 7. ὑιοσ papyrus
^ 7. l. γεγονυῖα[ι]
^ 8. l. γεγονυῖαι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.