Papyri.info

sign in

cpr.6.6 = HGV CPR 6 6 = Trismegistos 15774



DDbDP transcription: cpr.6.6 [xml]

AD 439 Hermoupolis Magna
[Reprinted from: .] cfStudPal20,121

(hand 1) μετὰ τὴν ὑπατείαν το\ῦ/ δεσπ[ότου] ἡ[μ]ῶν Θεοδοσίο\υ/ τοῦ αἰωνίο\υ/ Αὐγ[ού]στου τὸ ιϛ καὶ Φλ(αουίου) Φαύστου το[ῦ]
λαμπροτάτου Ἐπεὶφ ιδ η ἰνδ(ικτίονος).
Φλ(αουίῳ) Σαραποδώρῳ τῷ καθοσιωμένῳ μαγιστρ[ι]ανῷ τῶν θείων ὀφφικίων ἀπὸ Ἑρμοῦ πόλεως
τῆς λαμπροτάτης
5π(αρὰ) Αὐρηλίο[υ] Κορνηλίο\υ/ Πινο\υ/τίω[νος] ἑ̣ξ̣ῆς ὑπογράφοντος ἀπὸ τῆς (αὐτῆς) πόλεως χαίρειν. ἐπειδ[ὴ]
πέπρακα τῇ σῇ ἀρετῇ ἀρούρας ὀκτὼ διακειμένας ἐν τῷ ἀ[πηλ]ιώτῃ ἐν τῷ πατρώῳ μο\υ/ γεωργίῳ
(*)πὸ Ταυρινον(*) Σοί(*)τος πρεσβυτερον(*) καθολικῆς ἐκκλησίας ἀπὸ κώμης Θραγῆ καὶ τούτων τελέσματα
μετήνεγκας εἰς σεαυτὸν κατὰ τὴν δύναμιν τῆς γενομένης εἰ(*) σε παρʼ ἐμοῦ πράσεως κ̣α̣ὶ̣ πληρ[ω-]
θεὶς τοῦ τελείου τιμήματος παραδέδωκά σοι τὴν νομὴν τῶν αὐτῶν ἀρουρῶν μετὰ τοῦ αἱρ̣ο̣[ῦντος]
10αὐταῖς μέρους τοῦ ἐκεῖσε λάκκο\υ/ καὶ ἐνεμήθης σ̣ωματ̣ι̣κ̣ῶ̣ς̣   ̣τηρετετω δικαίῳ. διὰ τοῦτο
καὶ ταύτην σο̣ι τίθημι τὴν διάλυσιν διʼ ἧς ὁμολογῶ ἐπομνύμενος τόν τε παντο-
κράτορα Θεὸ̣ν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τῶν τὰ πάντα νικώντων δεσποτῶν
ἡμῶν Φλ(αουίου) Θεοδοσίο\υ/ Φλ(αουίου) Οὐαλεντινιανοῦ τῶν αἰωνίων Αὐγούστων μηδένα λόγον ἔχειν πρό̣ς̣ [σε]
τοῦ λοιποῦ περὶ τῶν αὐτῶν ἀρουρῶν μήτε περὶ νομῆς μήτε περὶ δεσποτία̣ς(*) μήτε περὶ
15ἄλλου τιμ̣ή̣ματος μήτε περὶ συντελείας ἢ προτελείας μήτε περὶ ἐκφορίων τοῦ
φθάσαντος χρόνο\υ/ μήτε περὶ οἱασδήποτε προφάσεως τῶν αὐτῶν ἕνεκεν ἀρουρῶ[ν]
διὰ τὸ καὶ π̣επλ̣ηρῶσθαί με τῆς τελείας τιμῆς καὶ εἰς σεαυτὸν μετατεθεῖσθαι τὰ τ̣ο̣ύ̣[τω]ν
τελέσματα καθὼς προεῖπον καὶ ἐσβέσθαι μοι πάσαν πρόφασιν καὶ ἀμφισβήτησιν
πρός σε καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ
20καὶ πρὸς σὴν ἀσφάλειαν ταύτην ἐθέμην σοι τὴν διάλυσιν κυρίαν οὖσαν καὶ βεβαιῶ
καὶ ἐπερ(ωτηθεὶς) ὡμολόγ(ησα). Αὐρήλιος Κορνήλιο[ς] Πινο\υ/τίωνος ὁ προκείμενος ἐθέμην τὴν
διάλ[υσιν καὶ] εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ ὤμοσα τὸν θεῖον
ὅρκον ὡς πρόκειται καὶ ἀπέλυσα καὶ ἔστιν μο\υ/ ἰ(*)διόγραφον ὁλόκληρον (hand 2) Αὐρήλιος
Ἑρμόφιλος Πινο\υ/τίωνος βουλ(ευτὴς) Ἑρμο\ῦ/ πόλεως παρήμην καὶ μαρτυρῶ τῇ διαλύσει.
25(hand 3) Αὐρήλιος Ὡρίων Ἀπολῶτος βουλευτὴς Ἑρμοῦ πόλεως παρήμην καὶ μαρτυρῶ δῇ(*) διαλύσει.
(hand 4) Αὐρήλιος Πόλλων Ἑρμοῦ διαστολεὺς ἀπὸ Ἑρμο\ῦ/ πόλεως παρήμην καὶ μαρτυρῶ τῇ διαλύσει.

Apparatus


^ 7. ϋπο papyrus
^ 7. l. Ταυρῖνου
^ 7. σοϊτοσ papyrus
^ 7. l. πρεσβυτέρου
^ 8. l. εἴς
^ 14. l. δεσποτείας
^ 23. ϊδιογραφον papyrus
^ 25. l. τῇ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.