Papyri.info

sign in

jur.pap.36 = HGV Jur. Pap. 36 = Trismegistos 70352



DDbDP transcription: jur.pap.36 [xml]

A
βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφα-
νοῦς καὶ Φιλέλληνος καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπατρίας
αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλουμένη[ς]
Αὐτομὰ τῆς ἐγ(*) βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς αὐτ[οῦ]
5καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσ´
μηνὸς Ἀπελλαίου ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαιθαβάρ̣-
τοις ἐν κώμῃ Κωπάνει ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων. ἐξω-
μολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαι̣-
φόρρου υἱοὶ εἰληφέναι παρὰ Γαθάκου τοῦ Οἰπάτου ἀργυρίου ἐπισή-
10μου δραχμὰς τριάκοντα τειμὴν ἀμπέλου τῆς οὔσης ἐν κώμῃ
Κωπάνει τὴν(*) ἐπονομαζομένην(*) Δαδβακανρὰς τὸ ἴδιον μέ-
ρος τὸ ἐπιβάλλον αὐτῷ μέρος παρὰ τῶν συνκλήρων μετὰ ὕδατος
καὶ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσόδῳ καὶ ἐξόδῳ
καὶ τοῖς συνκύρουσιν εἰς αὐτὴν πᾶσιν. ἔστω τὸ ἓν μέρος Βαράκει κ[αὶ]
15τὸ ἓν μέρος Γαθάκει, ἐφ' ᾧ παραλαβὼν ὁ δηλούμενος Γαθάκης̣
ἕξει τὴν ἀργυρώνητον ἄμπελον εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ̣
τὰ ἔγγονα αὐτοῦ, τελῶντες(*) κατ’ ἐνιαυτὸν κοινῇ τὰ γεγραμμένα ἐν
τῇ παλαιᾷ συνγραφῇ πάντα ἀπὸ πλήρους. καὶ μὴ ἐξέστω τῷ Βαρά-
κει μηδὲ τῷ ἀδελφῷ αὐτοῦ μηδὲ τοῖς ἐγγόνοις αὐτῶν μηδὲ ἄλ-
20λῷ μηθενὶ ὑπὲρ αὐτῶν ἐγβαλεῖν τὸν Γαθάκην ἐκ τῆς ἀργυρωνή-
του ἀμπέλου, μήτε αὐτὸν μηδὲ τὰ̣ [ἔγ]γο̣[ν]α α̣[ὐτοῦ]. ὃς ἂν δὲ ἐγβάλῃ
ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξά̣[ξ]ῇ̣ καὶ μὴ καθα-
ρὰ ποιήσῃ, [ἔ]σται ἄκυρος καὶ προσαποτείσ[ει ἣ]ν ἔλαβεν τει-
μὴν(*) διπλ[ῆν] καὶ ἄλλας ἐπιτείμου(*) δραχμὰς [σ´ κα]ὶ τῷ βασιλεῖ τὰς
25ἴσας. ἐὰν [δὲ κ]αὶ ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν [ἄμπε]λον καὶ μὴ ποι-
ήσῃ αὐτὴ̣[ν] <ἀν>έ̣παφον, ἀποτειννυέτω τὸ α[ὐτὸ ἐπί]τειμον(*). κα[ὶ]
τὸ ὕδωρ παρὰ ὀγδόην ἡμέρας τὸ ἥμισυ καὶ̣ [τῆς ἐ]π̣αγωγῆς
νυκτὸς τὸ ἥμισυ. μάρτυρες Χοσστρόης Ὀρκαδά̣τ̣ου, [Ἀ]πάκης
Ὑστοβώγου, Μει[ριδ]ά̣της Ὀχοβάγου. (hand 2) καὶ κρεῶν λ̣ε̣´, ελος α´, ἄρτων κα̣(θαρῶν) ν´,
30βοῦς η´, οἴνου κο(τύλας) [β´ καὶ] ἐνβάθρου δρ(αχμὴν) α´.
B
βασιλεύοντος βα[σι]λ̣[έων Ἀρσ]ά̣[κ]ο̣[υ Εὐεργ]έτου Δικαίο[υ]
[⁦ -ca.?- ⁩ Ἐ]π̣ιφανοῦς καὶ Φιλέλλη[νος καὶ β]ασιλισσῶν Σιάκης τε τῆς ὁμ[οπα-]
τ̣ρ̣ί̣ας αὐτοῦ ἀδελφῆς καὶ γ̣υ̣ν̣α̣ικὸς κα[ὶ] Ἀ[ρυα]ζάτης τῆς ἐπικαλ[ου-]
μένης Αὐτομὰ τῆς ἐγ(*) βασιλέως μεγάλου Τ[ιγρά]νου καὶ γυναικὸς
35καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφ[ῆς κα]ὶ γυναικός, ἔτους
εκσ´ μηνὸς Ἀπελλαίου ἐν ὑπαρχείᾳ Βαισεί̣ρ̣ο̣ι̣[ς] πρὸς σταθμῷ Βαι-
θαβάρτοις ἐν κώμῃ Κωπάνει ἐπὶ τῶν ὑπογεγραμμένων
μαρτύρων. ἐξωμολογήσατο καὶ συνεγράψατο Βαράκης
καὶ Σωβήν̣ης οἱ τοῦ Μαιφόρρου υἱοὶ εἰληφέναι παρὰ Γαθάκου
40τοῦ Οἰπάτου υἱοῦ ἀργυρίου ἐπι̣σήμου δραχμὰς τεσσαράκοντα(*) τει-
μὴν(*) ἀμπέλου τῆς οὔσης ἐν κ[ώμ]ῃ Κωπάνει τὴν(*) ἐπονομαζο-
μένην(*) Γανζακὴν τὸ ἴδιο̣ν μέρος τὸ ἐπιβάλλον αὐτῷ τὸ
ἴδιον μετὰ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσό-
δῳ καὶ ἐξόδῳ καὶ τοῖς συνκύρουσιν εἰς αὐτὸν πᾶσιν, τὸ ἥμι-
45συ Βαράκει καὶ τὸ ἥμισυ Γαθάκει, ἐφ' ᾧ παραλαβὼν ὁ δηλού-
μενος Γαθάκης̣ ἕξει εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ τὰ
ἔγγονα αὐτοῦ εἰς τὸν ἅπαντα χρόνον, τελῶντες(*) κατ’ ἐνιαυ-
[τὸν] τῶν γινομένων ἐν τῇ συνγραφῇ πάντα ἀπὸ πλήρους
[κοινῇ (?)], καὶ μ[ὴ ἐ]ξέστω [τῷ Β]αράκει μηδὲ τοῖς ἐγγόνοις αὐ-
50[τοῦ, μηδὲ τῷ ἀδελ]φῷ [μηδὲ] τῷ με̣τ̣α̣λαμβάνοντι τὴν ἄ̣[μ-]
[πελο]ν̣ π[αρ’ αὐτῶν ἐγβ]α̣λ̣ε̣[ῖν μηδὲ] τ̣ὸ̣ν̣ Γ̣α̣θ̣ά̣κ̣η̣[ν, μηδὲ τὰ]
[ἔγγο]να αὐτοῦ. ὃς ἂν δὲ ἐγβά[λ]ῃ ἢ ἄλλου ἐγβαλλ[ομένου μὴ]
[κ]αταστὰς διεξάξῃ καὶ μὴ καθαρὰ ποιήσῃ, ἔ[σ]τ̣α̣[ι ἄκυρος]
[κ]αὶ προσαποτείσει ἣν ἔλαβεν τειμὴν διπλῆν κ[α]ὶ ἄλλα[ς ἐ-]
55πιτείμου(*) δραχμὰς σ´ καὶ τῷ βασιλεῖ τὰς̣ ἴσας̣. ὁμοίως δὲ
καὶ ἐὰν ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν ἄμπελον καὶ μὴ ποιή-
σῃ αὐτὴν <ἀν>έπαφον, ἀποτείσει τὸ αὐτὸ ἐπίτειμον(*). ἕξει δὲ καὶ
τὸ ὕδωρ τὸ ἐπιβάλλον αὐτῷ μέρος μ[ετὰ τῶ]ν συν̣[κλ]ήρω̣[ν].
ἔγγυον δὲ καὶ συνέγδοτον κατέστησεν [Βαράκης καὶ Σωβήνης]
60Χοσστρόην καὶ Ἀπάκην. μάρτυρες Δηνόβαζος Ορο[  ̣  ̣  ̣  ̣  ̣],
Μειριδατης Ὀχοβάγου, Φραάτης Συκυνήμα̣τ̣ος, Μαρζυ[  ̣  ̣  ̣]
ρης. δώσει δὲ καὶ ὁ Γαθάκης τῷ Βαράκει ἐνβάθρου δρ(αχμὴν) α´, κρεῶν εκ[  ̣  ̣  ̣]
ἄρτων κα̣(θαρῶν) ν´, οἴνου κο(τύλας) β´ \κ[  ̣  ̣  ̣]κε, [β]ο̣υ̣ς̣ η´/ δώσει δὲ καὶ Βαράκης Γαθάκει ἀπὸ λην[οῦ τὸ]
64aκα
ρ̣ύ̣μα καὶ απόρρυμα καὶ ινδα κ̣[  ̣  ̣]ν̣ζην καὶ στέμφ[υ]λα ἀγέμιστ̣[α].

Apparatus


^ A.4. l. ἐκ
^ A.11. l. τῆς
^ A.11. l. ἐπονομαζομένης
^ A.17. l. τελοῦντες
^ A.23-24. l. τι|μὴν
^ A.24. l. ἐπιτίμου
^ A.26. l. [ἐπί]τιμον
^ B.34. l. ἐκ
^ B.40. corr. ex
^ B.40-41. l. τι|μὴν
^ B.41. l. τῆς
^ B.41-42. l. ἐπονομαζο|μένης
^ B.47. l. τελοῦντες
^ B.54-55. l. [ἐ]|πιτίμου
^ B.57. l. ἐπίτιμον

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.