Papyri.info

sign in

p.ammon.2.31 = HGV P.Ammon 2 31 = Trismegistos 100074



DDbDP transcription: p.ammon.2.31 [xml]

Introduction

From διὰ τοῦτο at the end of line 12 through to the end of the text, the version to be found here is that of ZPE 193 (2015) 240.

[Φλαυίωι Σισιννίωι τῶι ⁦ -ca.?- ⁩ διασημοτάτωι καθολικῶι]
[παρὰ Αὐρηλ]ίου [Ἄμμωνος Πετεαρ]βεσχ[ίνιος σχολαστικοῦ ἀπὸ Πανὸς πόλεως]
[τῆς] Θ̣ηβαίδ̣ο̣ς̣. ἐπει[δὴ Εὐγένε]ι̣ο̣ς μεμ̣ο̣ρ̣άριο̣ς̣ [καὶ ἐγὼ ὁ Ἄμμων, φίλω]ν̣
[μ]ε̣ταξ̣ὺ ἡμῶν γενομέ̣ν̣[ων] ἐ̣πὶ τῆς Παν̣[ο]πολιτῶν̣ [πόλεως Πανίσκ]ο̣υ̣ ἀ̣π̣ὸ̣
5[δ]ι̣[κ]α̣ιοδότου καὶ Ἀπόλλω̣[νος] ποιητο[ῦ κα]ὶ ἄλ̣λ̣ου Ὡρίων[ος, ὁμολογίαν ἔγ]γραφον
κ̣οινῆι πεποιήμεθα π̣ε̣[ρὶ] ἀνδραπό̣δ̣ω̣ν̣ ἐ̣ν Ἀλεξανδρ[είαι νῦν ὄντω]ν̣ τῆι
λαμπρᾶι̣ ταύτηι πόλει ὑπὸ [Ἁ]ρ̣ποκρατίωνος κ[α]ταλελειμμέ̣[νων τοῦ ἀδελ]φ̣οῦ μου.
ἐν δὲ τῆι ὁμο̣λογίαι̣ ταύτηι οὐ̣κ [οἶδ’], ἀνθ’ ὅτου ὑπήχθην προθ̣ε̣[σμίαν ὁρισ]θεῖσαν
τοιαύτην κα[τ]αδέξασθαι ὥστε̣ ἐ̣ντὸς ἡμε̣ρ̣ῶν εἴκοσι ἀπὸ ἑ̣β̣δ̣[όμης̣ καὶ ε]ἰκάδος
10τοῦ παρελθό̣[ν]τ̣ος μηνὸς Ἁθὺρ εἰς τὴν Ἀλεξάν̣δρειά̣ν με παραγ̣ε̣[νέσθαι, ὅπω]ς πέρας
ἐπιτεθῆι τῶι πράγματι. ἐλθὼν δὲ νῦν ἐν[τ]αῦθα πρὸ ἄλλ̣[ων δύο ἡμερῶ]ν τῶι
προειρημένωι Εὐγενείωι οὐ συνέτυχον οὐδὲ εὑρεῖν αὐ̣τ̣[ὸν δεδύνημαι], διὰ τοῦτο
σήμερον δημοσίαι μαρτύρομαι, ἥτις ἐστὶ Χοιὰκ τρισκαιδ̣[εκάτη, πρὸ ἄ]λλων τεσ-
σάρων
τ̣[ῆς π]ρ̣οθεσμία[ς, ἀσ]φαλιζόμενος καὶ ἀξιῶν τοῦτόν̣ [μου τὸν δι]ασφαλι-
15σμὸν κατακεῖσθαι ἐ[ν τῆι τ]ά̣ξει, ἕως ἂν ἐκεῖνος παραγένητ̣[αι πρὸς τὸ μ]ὴ ἐξεῖ-
ναι αὐτῶι σκῆψίν τινα προβαλέσθαι, αὐτὰ δὲ ταῦτα τὰ προτ̣[εθέντα ἀξι]ῶ ἐπὶ
τὸ σὸν μεγαλεῖον, δέσποτα, ἀνενεχθῆναι διὰ τοῦ τῆς πόλε[ως ταβου]λ̣αρίου
κατὰ τὴν σήμερον ἡμέραν. ⁦ vac. ? ⁩
ὑπατείας Φλαυίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ̣ [ἱεροῦ πραιτ]ω̣ρίου
20καὶ Φλαυίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου ἱππέων [Χοιὰκ τρισ]καιδεκάτου.
Αὐρήλι(*)ος Ἄμμων προὔθηκα ὡς πρόκειται.
22,msσχολας

Apparatus


^ 21. αυρηλϊοσ papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.