Papyri.info

sign in

p.berl.zill.8 = HGV P.Berl. Zill. 8 = Trismegistos 40973



DDbDP transcription: p.berl.zill.8 [xml]

AD663 Arsinoite

r
θ̣
† ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ
καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας
θεοτόκου καὶ πάντων τῶν ἁγίων, ἔτους Διοκλ(ητιανοῦ) τοθ
Ἐ[πεὶ]φ εἰκὰς(*) δευτέρᾳ ἕκτης ἰν(δικτίωνος) ἐν Ἀρσιν(όῃ). †
5[τῷ ἁγιω]τάτῳ καὶ θεοτιμήτῳ ἄββᾳ Πέτρῳ, ἐπισκόπῳ ταύτης
[Ἀρσ]ινοιτῶν πόλεως Αὐρήλιος Σαραπίων υἱὸς
Βίκτορος ὑμέ(τερος) γεωργὸς κώμης Καμίνων τοῦ Ἀρσινοίτου
νομοῦ   ̣  ̣  ̣ ἐπείπερ κατεγνώσθην λῃστρικῷ τρόπῳ
λ[αβών] ἐκ τοῦ κρ[ιθ]ινικοῦ τῶν ὑμε(τέρων) καὶ ὑπʼ ἐμὲ ἀρουρῶν
10οὐσῶ[ν ἐν] πεδίῳ τ[ῆς] αὐτῆς κώμης, καρπῶν ἕκτης ἰν(δικτίωνος),
καὶ τούτου γνωσθέντος τῇ ὑμετέρᾳ ἁγιωσύνῃ πάνυ ἠγανάκτησε
ἐπάνω μου περὶ τούτ[ο]υ, ἐκ πολλῆς δὲ παρακλήσεως προσενεχθείσης
παρʼ ἐμοῦ καὶ παρʼ ἄλλων πρ[οσ]ώπων παρακαλεσάντων αὐτὴν
ὑπὲρ ἐμοῦ κατηλ[έ]ησέν με καὶ συνεχώρησέν μοι τὸ
15ἅπαξ τοῦτο τούτο[υ χά]ριν, ἐζήτησεν δέξασ̣θ̣αι παρʼ ἐμοῦ
ταύτην τὴν ἔγγραφον παρακλητικὴν ἀσφάλειαν, διʼ ἧς
ὁμολογῶ ἑκουσίᾳ γνώ[μ]ῃ ἐπομνύμενος θεὸν παντοκράτορα
[ὑπισχν]εῖσθαί με π[ρὸς] τὴν ὑμετέραν ἐνδοξότητα
ὡς εἰ τοῦ λοιποῦ καταγνωσθῶ κρυπτῶς ἢ φανερῶς
20ποιῶ̣ν̣ ἑτέραν κλοπὴν παντοίων γενημάτων τῶν αὐτ(ῆς)
κα[τὰ τὴν] ἄρουραν, ὥστε με πρῶτον μὲν παρασχεῖν αὐτῇ
[εἰς λόγον] προστίμου ὑπ[ὲρ] τῆς τοιαύτης καταγνώσεως νομίσμ(ατα)
[- ca.12 - ἐπείτα δὲ]   ̣ παραδοθῆναί με τῷ ἐνδόξῳ πραιτω(ρίῳ)
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]εῖσθαι ἐπὶ νωτίῳ π̣λ̣η̣γῶν κζ. ἐπερ(ωτηθεὶς) ὡμ(ολόγησα). † (hand 2) Σαραπίων   ̣  ̣
25[υἱὸς τοῦ μα]καρίου Ἰωάννου μαρτυρῶ τῇδε τῇ ἐξω(μοσίᾳ)
κ[αθ]ὼς πρ(όκειται). † † (hand 3) Κοσ[μᾶς] υἱὸς Μαρνιτᾶ μαρτυρῶ τῇδε τῇ ἐξ(ωμοσίᾳ)
ὡς πρό(κειται). † (hand 4) [  ̣  ̣  ̣]σις υἱὸς τοῦ μακαρίου Κυριακοῦ μαρτηρῶ(*)   ̣  ̣  ̣  ̣
(hand 5) επι αλλ  ̣  ̣ρεπι  ̣τοση ☓ διʼ ἐμοῦ Φιβαχυ̣
  ̣  ̣  ̣  ̣ ἐξωμοσία
v
Traces

Apparatus


^ r.4. l. εἰκάδι
^ r.27. l. μαρτυρῶ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.