Papyri.info

sign in

p.cair.zen.1.59093 = HGV P.Cair. Zen. 1 59093 = Trismegistos 747 = oxford-ipap.apis.576 = sb.3.6720



DDbDP transcription: p.cair.zen.1.59093 [xml]

257BC Phil<
[Reprinted from: sb.3.6720] SB3,6720;PEdg14

r
Ἡράκλειτος Ζήνωνι χαίρειν. [εἰ αὐτός τε ἔρρ]ωσαι καὶ τὰ λοιπὰ σοί ἐστιν
κατὰ λόγον, εἴη ἂν ὡς ἡμεῖς θέλομ[εν· ὑγιαίνομεν δὲ] καὶ αὐτοί, καὶ σοῦ διατελοῦμεν
εμ(*) παντὶ καιρῶι μνείαν ποιούμ[ενοι. περὶ τοῦ ἱππ]α̣ρ̣ίου ἠξιοῦμεν Νικάνορα ὅπως
ἀλλάξηι ἡμῖν. ἐπεὶ οὖν οὐκ ἐπεχώρει, [ἠναγκάσθημ]ε̣ν̣ ἀγοράσαντες (δραχμῶν) ω ἵππον ἐπικαῦσαι.
5ὁ δὲ παρὰ σοῦ ἵππος κατέφθαρται καὶ τ̣η̣[  ̣  ̣  ̣  ̣  ̣ παρ]ε̣γ̣έ̣ν̣ετο δὲ καὶ Ἀπολλοφάνης εἰς Συρίαν,
καὶ ἀποδημοῦντες ἡμεῖς εἰς Μασσύαν [συνηντῶμεν] αὐτῶι ἐν Σιδῶνι καὶ ἀνήγγελλεν(*)
ὅτι Κρότος ἐν Ἰόπηι ἐστὶν βουλόμενος ς  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣] ἐξαποστεῖλαι καὶ στρώματα.
οὐκ ἔφη οὖν δύνασθαι οὐκέτι παραπλ[εῖν· συντετάχ]θ̣α̣ι̣ γὰρ ὑπὸ Διονυσοδώρου
τὴν ἀποσκευὴν αὐτῶι ἀπαγαγεῖν ε[ἰς Ἡ]ρ̣ά̣κλειαν. ἀνήγγελλεν δὲ ἡμῖν
10καὶ περὶ τῶν ἐν οἴκωι ὅτι ἔρ̣ρ̣ωντ̣α̣ι̣ [πάντ]ε̣ς̣. κ̣α̣ὶ̣ Μενεκλῆς δὲ ὁ ἐν Τύρωι
ἔφη σωμάτιά τινα καὶ φορτία ἀγαγὼ̣[ν] αὐτὸς ἐκ Γάζης εἰς Τύρον
μετεξελέσθαι εἰς Τύρον, οὐ προσαγγεί̣[λαν]τα τοῖς τελώναις οὐδὲ ἔχοντα
ἐξαγωγὴν τῶν σωμάτων, τοὺς δὲ αἰσθ̣ο̣μένους στερῆσαι αὐτόν· παραγενόμενος
οὖν ὁ Ἀπολλοφάνης πρὸς τὸν Μενεκλῆν ἔφη̣ τ̣ά̣ τε σώματα καὶ τὰ φορτία σὰ εἶναι·
15διὸ καὶ ἀντελάβετο̣ αὐτοῦ ὁ Μενεκλῆς. γ̣έ̣γ̣ραφα οὖν σοι ὅπως ἐντείληι τῶι Ἀπολλοφάνει
μηθὲν εἰς τὸ σὸν ὄνομα ἀπογράφεσθαι, ἀ̣[λ]λ̣ʼ εἴ σοι δοκεῖ χρήσιμον εἶναι. γίνωσκε δὲ
καὶ ἡμᾶς πολλὰ κακοπαθήσαντας καὶ μ̣ό̣[γ]ι̣ς̣ καταχωρισθέντας ἐν τῶι Δαισίωι μηνὶ
τοῦ κθ (ἔτους). Νικάνωρ μὲν γὰρ κέχρηται ἡμῖν ὡς ἂν εἴ τις ἐχθρῶι χρήσαιτο.
καλῶς δʼ ἂν ποιοῖς καὶ σὺ ἐπι[μ]ελόμεν[ος] σ̣α̣[υτο]ῦ ὅπως ὑγιαίνηις.
20ἔρρωσο.
v
Ἡρακλείτου. vac. ? Ζήνωνι.

Apparatus


^ r.3. l. εν
^ r.6. ἀνηγγέλ̣λ̣ο̣μ̣ε̣ν̣ prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.