Papyri.info

sign in

p.cair.zen.3.59368 = HGV P.Cair. Zen. 3 59368 = Trismegistos 1011 = oxford-ipap.apis.848 = sb.3.6769



DDbDP transcription: p.cair.zen.3.59368 [xml]

240BC Philadelphia
[Reprinted from: sb.3.6769] SB3,6769;PEdg63

Σώστρατος [Ζήνωνι Ξενοφῶντι χαίρειν. ἧς ἔγραψεν Σωσίβ]ι̣ος ἐπισ-
τολῆς Ζηνο̣δ̣ώ̣ρ̣ω̣ι̣ περὶ τῶν σ̣μ̣η̣ν̣ῶ̣[ν - ca.14 - τὸ ἀντίγ]ραφον
ὑπογέγρα\φα/ ε  ̣  ̣  ̣  ̣ τὸ παρʼ ἡμῶν ὑπό[μνημα - ca.13 - μ]ὴ̣ ἔτι καὶ
νῦν ὁ Ἀμμώ[ν]ιος ἐξευδοκῆι ὑμᾶς κ[α]ὶ π̣[- ca.11 -]  ̣ κ̣α̣ὶ̣ τ̣[ῶν σ]μ̣η̣νῶν, το̣ύς
5τε μελισσουργοὺς καὶ Ῥόδωνα πέμπετε πρὸς ἡμᾶς ⟦καὶ⟧ ἔχοντας πάντα τὰ
δικαιώμαθʼ ὅπως, καθότι ἠξιώκαμεν, ἐνθήδʼ(*) ἡμῖν κριθῶσιν. γεγράφαμεν δὲ ⟦καὶ⟧
καὶ Ζηνοδώρωι περί \τε/ τούτων καὶ τῆς Πάτιτος οἰκίας. ἔρρωσθε. (ἔτους) ζ, Παῦνι η.
Σωσίβιος Ζηνοδώρωι χαίρειν. ἀπ̣έ̣σταλκά σοι τὸ ἀντίγραφον τοῦ δοθέν-
τος ἡμῖν παρὰ Κ̣λ̣έ̣ω̣ν̣ος τοῦ Ἰά̣[σονος καὶ Σωστρ]ά̣τ̣ο̣υ̣ τοῦ ἀδελφοῦ περὶ
10ὧν φασιν ἀδικεῖσθαι ὑπʼ Ἀμμωνίου [τοῦ] ο̣ἰκ[ον]όμου. σπούδασον οὖν ὅπως
τὰ δίκαια αὐτοῖς γένηται κα\θότι/(*) \ἀ/ξιοῦσιν(*).
ὑπόμνημα Σωσιβίωι παρὰ Κλέωνος καὶ Σωστράτου. ὕπηρχεν ἡμῖν
ἔτι ἐπὶ τοῦ πατρὸς τοῦ βασιλέως σμήνη Α, ἃ ἐμεμίσθωτο κα<τὰ> συγγρα-
φὴν τὴν γεγενημένην ἐν τοῖς   ̣ Σιμαρίστου Ὧρος καὶ υἱοί, ὧν τινα μὲν
15ἐν τῶι Ἡρακλεοπολίτηι ἦν, ἃ τοὺς̣ φ̣ό̣ρ̣ο̣υ̣ς̣ ε̣ὐ̣τ̣άκτηκεν ἕως τοῦ ϛ (ἔτους)
τινὰ δὲ ἐν τῶι Μεμφίτηι, ἃ εἶχεν Παμῆς καὶ Ἀμεννεύς, οὓ\ς/ νῦν ἀκούομεν μετα-
γηγοχέναι εἰς τὸν Ἡρακλεοπολίτην ἄνευ ἡμῶν, Ἀμμώνιος δʼ ὁ οἰκονόμος
ἀπαγήοχεν αὐτοὺς καὶ τὰ σμήμη καταφθείρει ἐγκόπτων αὐτοῖς.
διὰ τό, ἀφαιρουμένου τῶν μελισσουργῶν αὐτοῦ βίαι σμήνη ρ,
20Σώστρατος παρεπιδημῶν, ὅτε ἐπὶ τὸν ὀπισμὸν ἀνέπλευσεν,
ἐντυχὼν Διονυσίωι τῶι παρὰ Ζ̣η̣[ν]ο̣δώρου ἐνεφάνισεν, κἀκεῖνος(*) φοβη-
θεὶς ἀφῆκε τοὺς μελισσουργούς. ὁ δʼ αὐτὸς οὗτος καθʼ ὃν χρόνον μετὰ τοῦ
βασιλέως ἐξεδημοῦμεν, ὑπαρχόντων ἡμῖν ἐν Βουσείρει τοῦ Ἡρακλε-
οπολίτου χόρτου μ(υριάδων) ιε , ἀπήγαγεν τὸν χορτοφύλακα Ῥόδωνα εἰς τὸ
25δεσμωτήριον, ἔδησε πέδαις καὶ εἶχεν ἐν φυλακῆι μῆνας η, ἐν δὲ τού-
τωι διεφώνησαν ὑπὸ τῶν λαῶν μ(υριάδας) ιβ · περὶ ὧν καὶ ἀνάκρισις ὑπάρχει
καὶ ἀεί ποτʼ ἔφη πράξας ἀποδώσειν τὴν τιμήν. συνέβη δὲ καὶ ναῦλον
ἡμῖν προσάγεσθαι τοῦ Κρίτωνος πλοίου, ὃ ἐμισθώθη ἵνα εἰς Ἀλεξάν-
δρειαν καταχθῆι χόρτος (δραχμῶν) Ασ· παραγενομένου γὰρ τοῦ πλ<οί>ου
30ἐπὶ τὸν ὅρμον καὶ τῶν παρʼ αὐτοῦ κωλυσάντων κενὸν ἀπῆλθεν.
ἀξ̣ιοῦμεν οὖν σε, ἐπειδὲ(*) οὐθʼ ἡμῖν ἐκποεῖ(*) ἀποδημεῖν
οὔτʼ ἐκείνωι ἐνθάδε παραγενέσθαι, γράψαι αὐτῶι ἀποστεῖλαι τοὺς
μελισσουργοὺς καὶ τὸν κριθησόμενον ὑπὲρ αὐτοῦ, ὅπως
μὴ ἐκεῖ καταστασιασθῶμεν ὑπʼ αὐτοῦ· καὶ ἐκ τῶν καθʼ ἡμᾶς
35αἰσθήσει πῶς τοὺς λοιποὺς τοὺ<ς> ἐκ τοῦ νομοῦ διατίθησιν.

Apparatus


^ 6. l. ἐνθάδʼ
^ 11. corr. ex κα⟦θαπερ⟧
^ 11. \ἀ/ξιοῦσιν.ξιουσιν corr. ex ⟦α⟧ξιουσιν
^ 21. l. καὶ ἐκεῖνος
^ 31. l. ἐπειδὴ
^ 31. l. ἐκποιεῖ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.