Papyri.info

sign in

p.enteux.80 = HGV P.Enteux. 80 = Trismegistos 3355



DDbDP transcription: p.enteux.80 [xml]

242 BC Ghoran

r
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀμεννεῦς, [ἰσι]ονόμος, καὶ Στοτοῆτις ἡ γυνή μου, κατοικοῦντες
Ἀρσινόην τὴν ἐπὶ τοῦ χώματος, τῆς Θεμί[σ]τ[ο]υ μερίδος. ἀδικούμεθα \ὑπὸ/ Τνεφερώυτος τῆς
Πετοσίριος, κατοικούσης τὴν αὐτὴν ἡμῖν κώμην. τοῦ γὰρ ϛ (ἔτους), Μεσορὴ κβ, ὡς {δʼ} αἱ πρόσοδοι,
παραλαβοῦσα Θ̣α̣σῖν καὶ Θασῶνα̣ καὶ Βαρι[  ̣  ̣  ̣]ν κα[ὶ] Θανῆσιν κα[ὶ] Ταθρῖπιν καὶ Ἀξίμαμα καὶ
5Ἕρμιππον καὶ Ποσειδώνιον, τοὺς Ἀξιμά[μ]ατος υἱούς, καὶ εἰσελθόντες εἰς τὸ ὑπάρχον
ἡμῖν ἰσιεῖον, τὸ ὂν ἐν τῆι προδεδηλωμένηι [κ]ώμηι, πληγάς τε ἡμῖν καὶ πλέους ἐνέβαλον,
τύπτοντες εἰς ὃ [ἂν] τύχ[οι]εν μέρος τοῦ [σώ]ματος· τῆς δὲ γυναικός μου Στοτοήτιος τῆς
προγεγραμμένης [ἐ]κπηδησάσης καὶ εἰ[σελ]θούσης εἴς τι οἴκημα τῶν ἐν τῶι ἰσιείω[ι καὶ]
διωκομένης ὑπʼ αὐ[τ]ῶν Ἀξιμάματος τ[ῶν π]ρογεγραμμένων ἀπέκλισεν αὑτὴν [  ̣  ̣  ̣  ̣  ̣  ̣]
10κωνικῆι, ἡ δὲ Τνε[φερ]ῶς τὰ παιδία ⟦μου⟧ \Στοτοήτ[ιος]/ ὄν[τ]α δύο ἐνέβαλεν εἰς κυψέλην· ἐγὼ δὲ [κατέφυγον]
ἐπὶ τὸν βωμὸν καὶ ἐβόων ἀθρώπους(*)· παρα[γ]ενομένων δὲ ἀθρώπων(*) τινῶν, καὶ [ἐπιτιμών-]
των αὐτοῖς, καταλιπόντες ἀπηλλ[ά]γησαν. ταῦτα δὲ συνετελέσαν[το ⁦ -ca.?- ⁩]
ἰσιείωι ε  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]υοντος καὶ συντελοῦντος τάς τε θυσίας καὶ σπο[νδὰς ⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --
v
Ἀμεννεῦς πρ(ὸς)
Τνεφορόν.
(ἔτους) ε, Μεσορὴ
κε̣.
Ὀνησάνδρωι

Apparatus


^ r.11. l. ἀ<ν>θρώπους
^ r.11. l. ἀ<ν>θρώπων

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.