DDbDP transcription: p.enteux.82 [xml]
221 BC Magdola
[Reprinted from: chr.mitt.39] P.Lille 2 33; M.Chr. 39
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Φιλίστα Λυσίου, τῶν κατοικουσῶν [ἐ]ν Τρικωμίαι. ἀδικοῦμαι ὑπὸ Πε-
τεχῶντος. λουομένης γάρ μου ἐν τῶι βαλανείωι τῶι ἐν τῆι προειρ[η]μένηι κώμηι, (ἔτους) α, Τῦβι ζ, πα-
ραχέων ἐν τῶι γυναικείωι [θό]λωι, ἐγβεβηκυίας μου ὥστε ζμήσασθ[αι](*), εἰσενέγκας θερμοῦ τὰς ἀρυταί-
νας καστεσκέδασέν(*) μου μ[ίαν](?)(*) καὶ κατέκαυσεν τήν τε κοιλίαν καὶ τὸν ἀριστερὸν μηρὸν ἕως τοῦ γόνατος
5ὥστε καὶ κινδυνεύειν̣ με· [ἃ κ]αί(*) εὑροῦσα παρέδωκα Νεχθοσίρι τῶι ἀρχιφυλακίτηι τῆς κώμης, παρόν-
τος Σίμωνος τοῦ ἐπιστάτου. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, ἱκέτις ἐπὶ σὲ καταπεφευγυῖα, μὴ περι-
ιδεῖν με οὕτως ἠνομημένην, χειρόβιον οὖσαν, ἀλλὰ προστάξαι Διοφ[ά]νει τῶι στρατηγῶι γράψαι Σίμωνι
\τῶι ἐπιστάτηι/ καὶ Νεχθοσίρι τῶι φυλακίτηι ἀναγαγεῖν ἐφʼ
αὑτὸν τὸν Πετεχῶντ[α ὅ]πως Διοφάνης ἐπισκέψηται περὶ
10τούτων, ἵνʼ ἐπὶ σὲ καταφυγοῦσα, βασιλεῦ, τὸν πάντων κοινὸν εὐ[ερ]γέτην, τοῦ δικαίου τύχω.
εὐτύχει.
vac. ?
(hand 2) Σίμωνι ἀπόστειλον τὸν ἐνκαλούμενον. (ἔτους) α, Γ[ορπι]αίου κη, Τῦβι ιβ. v
(ἔτους) α, Γορπιαίου κη, Τῦβι ιβ.
Φιλίστα πρὸς Πετεχῶντα
παραχύτην περὶ τοῦ κατα-
κεκαῦσθαι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.