Papyri.info

sign in

p.flor.1.93dupl = HGV P.Flor. 1 93 = Trismegistos 23587 = chr.mitt.297



DDbDP transcription: p.flor.1.93dupl [xml]

AD569 Antinoopolis
[Reprinted from: chr.mitt.297] dupl=PLond5,1713;MChr297

[χ]μ̣γ θ ((unintelligible )) (*)
† βασιλείας καὶ ὑ(*)πατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλα(υίου) Ἰ(*)ουστίνου τοῦ αἰωνίου
Αὐγο(ύστου) Αὐτοκράτορος ἔτους τετάρτου Θὸθ ὀγδόῃ τρίτης ἰνδ(ικτίονος) ἐν Ἀντι(νόου) πόλει τῇ λαμπρο(τάτῃ).
† ταύτην τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους τὴν ἀντισ̣ύγγραφον(*) κοινὴν
5ὁμολογίαν τῆς δισσῆς ὁμοτύπου γραφείσης ἀποζυγῆς καὶ διαίσεως(*) τοῦδε(*)
τοῦ ῥεπουδίου ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρηλία Ἀμαρεσία θυγάτηρ Προουτος
τοῦ πραγματευτοῦ ἐκ μητρὸς Φανείας ὁρμωμένη ἀπὸ ταύτης τῆς καλλιπόλ(εως) Ἀντινοέων
ἐκ δὲ θατέρου μέρους Αὐρήλιος Θεόδωρος υἱ(*)ὸς Γεωργίου ἐκ μητρὸς Νόννας μίσθιος
μάγκιψ ὁρμώμενος ἀπὸ τῆς αὐτῆς Ἀντι(νόου) πόλ(εως) ἀλλήλοις τὰ ἐφεξῆς ἐπὶ λέξεως οὕτως·
10πρώην συνήφθημεν ἀλλήλοις πρὸς γάμου καὶ βίου κοινωνίαν ἐπὶ χρησταῖς
ἐλπίσι καὶ τέκνων γνησίων ἀγαθῇ σπορᾷ οἰόμενοι μὲ<ν> τὸ(?)(*) ἀλλήλων ἐκτελέσαι
εἰρηνικὸν σεμνὸν συνοικέσιον ἐφʼ ὅλον τὸν τῆς ἐξ ἀμφοῖν ζωῆς χρόνον· ἐκ τὲ(*)
τῶν ἐναντίων οὐκ’ ἴ(*)σμεν πόθεν παρὰ προσδοκίαν ἐκ σκαιοῦ πονηροῦ δαίμονος
π[ε]πόνθαμεν ἐπεμβρίσαντος ἡμᾶς τοῦ ἀπʼ ἀλλήλων χωρισθῆναι· κατὰ τοῦτο
15ε̣ἰ̣ς τὸ παρὸν ῥ̣επούδιον ἐληλύθαμεν τοίνυν ὁμολογοῦντες μηδένα λόγον ἔχειν μήτε ἕξειν
πρὸς ἀλλήλους ἀπεντεῦθεν ἤδη τοῦ λοιποῦ περὶ οἱουδήποτε πράγματος ἐγγράφο(υ) ἢ ἀγράφου̣
ἀκρίτου̣ ἢ κεκριμ⟦μ⟧ένου(*) μήτε περὶ γάμου συναφείας καὶ τούτου ἕδνων καὶ προικῴων̣
καὶ ἀναλω[μ]άτων γάμου μήτε μὴν περὶ σκευῶν συνεισηνεγμένων ἀλλήλοις παρʼ ἀλλήλω(ν)
μ̣ήτε περ̣ὶ̣ ἄ̣λ̣λου τινὸς π̣ώπ̣οτε πράγματος τ̣ὸ̣ σύνολον, ἀλλὰ καὶ π̣α̣ρ̣α̣χωρῶ ἐγὼ ἀπεντ̣ε̣ῦ̣θεν
20[ὁ] π̣ρογεγραμμένος Θεόδωρος τοῖς κοινο[ῖ]ς γενομένοις μετʼ ἀλλήλων μέχρι τῆς δεῦρο
[τέκ]νοις ἅμα [τ]ῷ ἐν γαστρὶ βρέφε̣ι̣ τὴν οἰκητικήν μου οἰκίαν μετὰ πα̣ν̣τ̣ὸς αὐτῆς τοῦ δικαίου
[καὶ] τ̣ῶν ἐν αὐτ[ῇ προσ]ηκόντων μοι [πρ]αγμάτων παρὲξ τῆς στρώμνης μου καὶ τῶν ἐμῶν
[ἐσ]θημάτων καὶ ὁμολογοῦμεν ἐξ[εῖν]αι ἑκατέρῳ μέρει ἡμῶν ἡμίκα ἐ̣ὰν βουληθείη ἑτέρῳ
γ̣ά̣μ̣ῳ ὁμιλῆσαι ἀ̣κολύτως καὶ ἀνε̣γκλήτως ἐπάναγκες, μὴ δυναμένου̣ τινὸς ἡμῶν καθʼ οἱον-
25δ̣ή̣ποτε τρόπ[ο]ν ἢ χρόνον ἢ τόπον ἐξ [οἱ]ασδήποτε αἰτίας ἐνάξαι τῷ ἑτέρῳ ἐν δικαστηρίῳ οἱω-
δ̣ή̣π̣ο̣τε ἢ ἐκ[τὸ]ς̣ δ̣ι̣καστηρίου περί τινος πράγματος̣ τὸ σύνολον διὰ τὸ ἡμᾶς ἐντεῦθεν ἤδη
ἀ̣π̣ηλλάχθαι(*) πρὸς ἀλλήλους καὶ διαλελύσθαι ἐντόνως καὶ τελείω̣ς̣ [κ]αὶ εἰ τολμήσει τις
ἐ̣ξ̣ ἡμῶν ἐνάξαι τῷ ἑτέρῳ παρέξει λ̣ό̣γ̣ῳ προστίμου χρυσοῦ νομίσμ(α)τ(α) ἓξ εὔσταθμα μετὰ καὶ τοῦ
α̣ὐ̣τὸν ἄκοντα ἐμμεῖναι πᾶσι τοῖς προγεγραμμένοις ἐφʼ οἷς ἐρωτηθέντες ὡμολογήσαμεν. †

Apparatus


^ 1. BL 1.147 : [  ̣]  ̣  ̣  ̣  ̣ prev. ed.
^ 2. ϋπατειασ papyrus
^ 2. ϊουστινου papyrus
^ 4. BL 1.147 : αν  ̣  ̣  ̣ ἔ̣γ̣γραφον prev. ed.
^ 5. l. διέσεως, BL 1.456 : διαι̣<ρέ>σεωσ prev. ed.
^ 5. BL 7.51 : τούτ̣ο̣υ̣ prev. ed.
^ 8. υϊοσ papyrus
^ 11. BL 1.147 : μετὰ̣ prev. ed.
^ 12. l. δὲ
^ 13. ϊσμεν papyrus
^ 17. l. κεκριμένου
^ 27. BL 7.51 : ἐ̣ξ̣ηλλάχθαι prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.