Papyri.info

sign in

p.lond.1.77 = HGV P.Lond. 1 77 (S. 231) = Trismegistos 39851 = chr.mitt.319



DDbDP transcription: p.lond.1.77 [xml]

VIII spc Hermonthis
[Reprinted from: chr.mitt.319] cf. M.Chr. 319

  ̣  ̣  ̣γραφομενο(  )   ̣  ̣  ̣ [τ]ῷ καὶ συνκελλίῳ μ[ου]   ̣  ̣  ̣  ̣
  ̣  ̣σεως μάλιστα τῆς τελευτῆς ἅπασιν οὔσης καὶ τῇ συμπτώσει τοῦ ἐμοῦ σώματος καταπονούμενο[ς]
[μὴ] ἐξαίφνης καὶ παρὰ προσδοκίαν τὸν τῇδε μεταλλάξω βίον ἀδήλου ὄντος τοῦ μέλλοντος.
ὅθεν εἰς ταύτην ὥρμησα τὴν ἔγγραφον ἀμεταμέλητον ἐσχάτη[ν] διαθηκημι[αίαν] ἀσφάλειαν
5ἔχουσαν τὸ ἐκ τῶν νόμων κῦρος ἁπανταχοῦ προφερομένην κ[αὶ] δημοσιευομένην, διʼ ἧς
ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ
ἀνάγκης τινὸς καὶ πάσης νομίμου παραγραφῆς καὶ συναρπαγῆς καὶ μηχανῆς παντοίας
ἄνευ οἱασδήποτε διχονοίας τε καὶ κακονοίας ἀλλʼ’ ἐξ οἰκεία[ς] προθέσεως καὶ σκόπῳ
αὐθαιρέτῳ καὶ ἑκουσίας ἐμῆς βουλήσεως ὀρθῇ διανοίᾳ βεβαίᾳ [π]ίστει παντὶ πληρεστάτῳ
10δεσποτείᾳ καὶ αὐτοτελῇ ἐξουσίᾳ παρεθέμην σοι πεπεισμένος πάσῃ προαιρέσει ζῶν νοῶν
φρονῶν ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ ἐπʼ ἀκριβείας πολλῆς φέρων τὸν λογισμόν
μου καὶ ἐπὶ γῆς βαδίζων καὶ ἐπʼ ἀγορᾶς προϊ(*)ῶν ὅπερ τὸ ἔσχατον [θε]λημάτιον ἑπαγόρευσα(*) μὲν
τῇ τῶν Αἰγυπτίων φωνῇ Ἑλληνικοῖς δὲ καὶ ῥήμασιν ἐπέταξα γραφῆναι κατά τε θειωδῶς(*)
ὑπὸ τῶν καλῶς καὶ εὐσεβῶς κειμένων νόμων διηγορευμένα. εἴη τοίνυν ἐμὲ ζῆν καὶ ὑ(*)γιαίνειν
15καὶ πάντων τῶν ἐμῶν μετρίων ἀπολαύειν. ἐπὰν δὲ ὅπερ ἀπεύχομαι ἀνθρώπινόν τι
πάθω καὶ τὸν βίον τοῦτον καταλύσω βούλομαι καὶ κελεύω μετὰ τὴν ἐμὴν ἀποκοίμησιν
σὲ τὸν προμνημονευθέντα † Βίκτορα τὸν εὐλαβέστατον πρεσβύτερον καὶ μαθητήν μου
(*)πεισϊ(*)έναι εἰς τὴν καταλειφθησομένην ὑ(*)πʼ ἐμοῦ παντοίαν μετρίαν ὑ(*)πόστασιν καὶ κληρονομεῖν
με κινητήν τε καὶ ἀκίνητον καὶ αὐτοκίνητον ἐν παντὶ εἴδει καὶ γένει καὶ ποιότητι καὶ ποσότητι
20ἔν τε χρυσῷ καὶ ἀργύρῳ καὶ ἐσθήσεσι καὶ χαλκώμασι καὶ ἱ(*)ματίοις καὶ γραμματείοις καὶ οἰκοπέδοις
καὶ ψιλοῖς τόποις καὶ αὐλαῖς καὶ πᾶσιν ἁπαξαπλῶς ἀπὸ τιμίο(υ) εἴδους ἕως ἐλαχίστου καὶ πλέθρο(υ) γῆς
καὶ ἀσσαρίου ἑνὸς καὶ ὀβόλου καὶ τοῦ τυχόντος ὀστρακίνο(υ) καὶ ξυλίνο(υ) καὶ λιθίνο(υ) σκεύους πρὸς τὴν
αὐτὴν καταλειφθησομένην ὑ(*)πʼ ἐμοῦ παντοίαν μετριακὴν ὕπαρξιν κἂν(*) ἀπὸ κληρονομίας
τῶν ἀποιχομένων μου κἂν(*) ἀπὸ ἰ(*)δίων μο(υ) καὶ ἱ(*)δρωτῶν καὶ ἀπὸ ἀγορασίας καὶ χαρί(*)σματος
25καὶ ἑτερασδηποτοῦν ἐπινοίας ἐγγράφως ἢ ἀγράφως, οὐ μὴν δὲ ἀλλὰ καὶ τὸ ὑ(*)πʼ ἐμὲ ἅγιον τόπιον
τοῦ ἁγίου ἀθλοφόρου μάρτυρος ἀββᾶ Φοιβάμμωνος τοῦ διακειμένου κατὰ τοῦ προρηθέντος
θείου ὄρους Μεμνονίων ὡσαύτως τὴν ἀδιάλειπτον δεσποτείαν παρεθέμην σοι μετὰ τῆς αὐτοῦ
σεπτῆς ὕλης ἀπὸ εὐτελοῦς εἴδους ἕως πολυτελοῦς καὶ ἀνθρακέως, ἐφʼ ᾧ σε τὸν προμνημονευθέντ[α]
† Βίκτορα τὸν θεοφιλέστατον πρεσβύτερον καὶ μονάζοντα τὸν ἐμὸν μαθητὴν μετὰ τὴν ἐμὴν ἀπο-
30κοίμησιν εὐθὺ καὶ παραχρῆμα ὑ(*)πεισϊ(*)έναι εἰς τὴν ὑ(*)πʼ ἐμοῦ καταλειφθησομένην μετριακὴν
(*)παρξιν ἐπικρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν πάντων τῶν καταλειφθησομένων ὑ(*)πʼ ἐμοῦ
παντοίων πραγμάτων ἀπὸ μικροῦ εἴδους ἕως ἐλαχίστου καὶ πλέθρου γῆς καὶ ἀσσαρίο(υ) ἑνὸς καὶ ὀβολο(ῦ)
καὶ τοῦ τυχόντος ὀστρακίνο(υ) καὶ ξυλίνο(υ) καὶ λιθίνου σκεύους ἔτι μὴν καὶ τοῦ εὐαγοῦς εὐκτηρίο(υ)
μετὰ καὶ τῆς αὐτο(ῦ) σεπτῆς ὕ(*)λης ἀπὸ εὐτελοῦς εἴδους ἕως πολυτελοῦς καθὰ καὶ ὁ προλαβὼν
35ἐσαφήνισεν ὃ ἑνὸς(*) κτᾶσθαι διοικεῖν οἰκονομεῖν φιλοκαλεῖν οἰκεῖν οἰκοδομεῖν νέμεσθαι
ἐκμισθοῦν πωλεῖν παραχωρεῖν ἀντικαταλλάτ\τ/ειν δωρεῖσθαι χαρίσασθαι ἀποχαρίσασθαι καὶ πάντα
περὶ αὐτῶν πράττειν κυρίως καὶ ἀνεπικωλύτως καὶ ἐξ αὐτῶν ἐξωδιάζειν(*) εἰς τὴν διοίκησιν τοῦ
εἰρημένο(υ) εὐαγοῦς τόπου καὶ χορηγείαν(*) τῶν παρερχομένων(*) πενητῶν διὰ τὸ οὕτω μοι δεδόχθαι
καὶ εὐδοκηκέναι καὶ ἐληλυθέναι εὐχαριστῶν εἰς τὴν παροῦσαν πληρεστάτην διαθηκημιαίαν
40ἀσφάλειαν μηδενὸς οὖν τῶν ἐκ τοῦ γένους μο(υ) ἀγχιστευόντων ἢ ἄλλου τινὸς ἐκ προσώπο(υ) μο(υ) οὐ κατὰ
πατέρα οὐ κατὰ μητέρα οὐκ ἀδελφῶν οὐκ ἀδελφιδιῶν(*) οὐ συγγενῶν οὐκ ἀνεψιῶν οὐκ ἄλλου οἱο(υ)δήποτε
ἀνθρωπίνο(υ) προσώπο(υ) μὴ δυνομένων(*) πώποτε καιρῷ ἢ χρόνῳ ἐπελεύσασθαί σοι ἢ τοῖς σοῖς κληρονόμοις
ἢ διαδόχοις ἢ διακατόχοις ἢ ἄλλῳ τινί σοι διαφέροντι μηδὲ ἐγκαλεῖν ἢ ἐγκαλέσειν ἐν δικαστηρίῳ
ἢ ἐκτὸς δικαστηρίο(υ) ἢ ἐν ἐπιχωρίῳ ἢ ὑ(*)περορίῳ νόμῳ μικρῷ ἢ μεγάλῳ μηδὲ ἐπὶ φίλων μέμψασθαι
45μηδὲ προσέλευσιν κατά σου ἢ τῶν μετά σε ποιήσασθαι δήποτε ἄρχοντι ἢ δικαστῇ μηδὲ διὰ ἐκβοήσεως
ἐν ἁγιωτάτῃ ἐκκλησίᾳ ἢ ἐν πραιτωρίοις ἢ τρόπῳ τινὶ χρήσασθαι μηδὲ αἰτῆσαι θεῖον καὶ πραγματικὸν
τύπον πρὸς τήνδε τὴν διαθήκην ἢ μέρος αὐτῆς τὸ σύνολον μηδὲ μὴν παραβῆναι αὐτὴν
κατὰ τὸ παντελὲς διὰ(*) τὸ ἐπὶ πᾶσιν δέδοκται καὶ συνήρηκεν τῷ ἐμῷ ἀγαθῷ σκοπῷ <σε> καὶ λαβεῖν
καὶ διδόναι ὑ(*)πὲρ ἐμο(ῦ) εἴπερ εὑρεθείην ἔχων ἢ χρεωστῶν ἢ χρεωστούμενων(*) μοι καὶ τὴν πᾶσαν
50λημψαπόδοσιν ὑ(*)πὲρ ἐμο(ῦ) ποιήσασθαι. εἰ δέ τις πειρώμενος πώποτε καιρῷ ἐναντιωθῆναι
ταύτης τῆς ἀπεριγράπτο(υ) διαθήκης ἐφʼ ᾧ αὐτὸν τὸν τοιοῦτό τι διαπραττόμενον πώποτε καιρῷ
πρωτοτύπως ἔνοχον ἔσεσθαι τῷ θείῳ καὶ φρικοδεστέρῳ ὅρκῳ καὶ τῷ τῆς ἐπιορκείας ἐπηρτημένῳ
κινδύνῳ τε καὶ ἐγκλήματι καὶ ὑ(*)ποκεῖσθαι τῇ ὁρισμένῃ(*) ἐπιτιμίᾳ κατὰ τῶν παραβαίνειν τολμώντων
θείους καὶ βασιλικοὺς ὅρκους καὶ ἐπιγινώσκειν(*) λόγῳ προστίμου καὶ παραβάσεως χρυσοῦ ὀγκίας(*)
55ἓξ γί(νονται) χρ(υσοῦ) (οὐγκίαι) ϛ ἔργῳ δυνάμει ἀπαιτουμένας ἐκ τῆς τοῦ ἐπιφυομένο(υ) καὶ ἐνάγοντος ὑποστάσεως, εἴθʼ
οὕτως ἐπάναγκες ἐμμεῖναι πᾶσι τοῖς ἐγ’γεγραμμένοις ταύτῃ τῇ ἀτρώτῳ διαθήκῃ. βούλομαι καὶ
κελεύω μετὰ τὴν ἐμὴν ἔξοδον τοῦ βίο(υ) τὴν περιστολὴν τοῦ ἐμοῦ σώματος καὶ τὰς ἁγίας μο(υ) προσφορὰς
καὶ ἀγάπας καὶ τὰς τοῦ θανάτο(υ) ἐπισήμους ἡμέρας ἐκτελεσθῆναι προνοίᾳ σου κατὰ τὸν ἐπιχώριον
νόμον καὶ κατὰ τὴν ἐμὴν ὄψιν καὶ ὑ(*)πόλημψιν. προσομολογῶ δὲ ὡς εἰ ἐμφανείη ἕτερος χάρτης προ-
60γενέστερος ἢ μεταγενέστερος ἐναντιωθῆναι ταύτης τῆς διαθήκης, ἐφʼ ᾧ τὸν αὐτὸν χάρτην ἕωλον
εἶναι καὶ ἀνί(*)σχυρον ἁπανταχοῦ προτεινόμενον ταύτης δὲ τῆς διαθήκης ἐχούσης τὸ ἐκ τῶν νόμων
κῦρος, πρὸ[ς] δὲ σύστασιν καὶ ἀσφάλειαν πάντων τῶν παρʼ ἐμο(ῦ) διομολογηθέντων ἐπωμοσάμην
πρὸς τῆς ἁγίας καὶ ὁμοουσίο(υ) τριάδος καὶ τοῦ περιβεβλημμένο(υ) μοι σχήματος ἐν μηδενὶ παραβῆναι
μηδὲ παρασαλεῦσαι σύμπαντα τὰ προγεγραμμένα, ἀλλʼ’ ἀσάλευτα εἶναι καὶ ἀρραγῆ ἐπὶ τὸ διηνεκὲς διὰ τῆς
65παρούσης διαθήκης ἧς δόλος φθόνος πονηρὸς ἀπείτω(*) ἀπέστω, ἥντινα πεποίημαί σοι εἰς
ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν ἁπανταχοῦ προφερομένην καὶ ἀναγινωσκομένην(*) ἐπὶ πάσης
ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως ἔννομων(*)(*)σχυρας(*) ἐφʼ ὑ(*)πογραφῆς τοῦ ὑ(*)πὲρ ἐμοῦ ὑ(*)πογράφοντος καὶ τῶν
ἑξῆς μαρτυρούντων ἀξιοπίστων μαρτύρων κατʼ ἐπιτροπὴν ἐμὴν καὶ ἀξίωσιν καὶ ἐπερωτηθεὶς εἰς
ἅπαντα ἑρμηνευθέντα μοι διὰ τῆς Αἰγυπτιακῆς διαλαλείας(*) παρὰ τοῦ ἑξῆς συμβολαιογράφο(υ) ἀρεσθέντα
70μοι καθὼς τῷ ἐμῷ στόματι ἀφηγήσασθαι. ταῦθʼ’ οὕτως καλῶς ἔχειν δώσειν ποιεῖν φυλάττειν στέργειν ἐμμένειν
ὡμολόγησα καὶ ἀπέλυσα. ⳨ δηλονότι ἐπειδὴ ἐδήλωσα ὅτι χρυσίον καὶ ἄργυρον ἐνορκῶ(*) κατὰ τῆς
τῶν Χρειστιανῶν πίστεως οὐδὲ χρυσίον οὐδὲ ἄργυρον οὐκ ἔχω οὐδὲ οὐκ ἔκτησα ἀφʼ οὗ ἐγενάμην
οὐκ ἔχω οὐδὲ ἔσωθεν οὐδὲ ἔξωθεν ἕως ἑνὸς τριμησίο(υ) καὶ ἐπὶ τούτῳ ὡμολόγησα † οὐδὲ οὐκ εἴασα
ἐν καιρῷ τῆς τελευτῆς μο(υ) κἂν(*) ἔκτησα ἔδωκα αὐτὰ εἰς λόγον τῶν πενήτων πλὴν ὡς εἴρηται·
75χρυσίον οὐδὲ ἄργυρον οὐκ ἔχω καὶ ἀπόλογον ἔχω δοῦναι τῷ δεσπότῃ Θεῷ περὶ τούτου †
(hand 2) † Ἀβραάμιος ἐλέει θ(εο)ῦ ἐπίσκοπος καὶ ἀναχωρητὴς τοῦ θείου ὅρο\υ/ς Μεμνιονίων υἱὸς τοῦ τῆς
μακαρίας μνήμνης Σαβίνου ἐκ μητρὸς Ῥεβέκκας ὁ προγεγραμμένος ἐθέμην τὸ π[αρὸν]
διαθηκημιαῖον γράμμα ἐφʼ οἷς πᾶσι περιέχει κεφαλαίοις τε καὶ ὁμολογήμασι σὺν
θείῳ ὅρκῳ καὶ το(*) προκειμένῳ προστίμῳ καὶ στοιχεῖ μοι πάντα τὰ ἐγ’γεγραμμέν[α]
80ὡς πρόκειται καὶ ἀπέλυσα † Ἰ(*)ωσὴφ Ἰ(*)ωάννου ἐλάχ(ιστος) πρεσβύτερ(ος) ἁγίας ἐκκλησίας Ἑρμωνθ(έως)
κελευσθείσης μοι ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ ἐπισταμένου (hand 3) † Διόσκορος Ἰ(*)ακώβο(υ) ἀρχηπρε(σβύτερος)(*)
ἁγίας ἐκκλησίας Ἑρμωνθ(έως) μαρτυρῶ τῇ παρούσῃ διαθήκῃ ἀκούσας παρὰ τοῦ ὁσιωτάτου
ἄπα Ἀβρααμίου ἐπισκ(όπου) Ἑρμωνθ(έως) τοῦ καὶ ταύτην θεμένου (hand 4) † Φλ(άουιος) Παντώνυμος Ἀπαδίου μαρτυρῶ
τῇ παρούσῃ διαθήκῃ παρὰ τοῦ θεμένου. (hand 5) † Φλ(άουιος) Ἀβραὰμ Θεοδωσίου πολιτευόμενος Ἑρμωνθέως
85μαρτῶ(*) τῇ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου (hand 6) † Παῦλος Ἀβρααμίου ἐλάχ(ιστος) διάκ(ονος) μαρτυρῶ
[τ]ῇ παρούσῃ διαθήκῃ ἀκούσας παρὰ τοῦ θεμένου (hand 7) † Φλ(άουιος) Θεοόφιλος σὺν θ(ε)ῷ ἔκδικος Ἑρμωνθ(έως)
μαρτυρῶ τῇ διαθήκῃ αἰτηθεὶς παρὰ τοῦ θεμένου ⳨ ⳨ ⳨ ⳨
(hand 1) διʼ ἐμοῦ Πέτρ[ου - ca.9 -] ἐγένετο †

Apparatus


^ 8. αλλʼ’ papyrus
^ 12. προϊων papyrus
^ 12. l. ὑπαγόρευσα
^ 13. BL 1.241 : καταλεθειω (l. κατʼ ἀλήθειαν) δʼ ὡσ prev. ed.
^ 14. ϋγιαινειν papyrus
^ 18. ϋπεισϊεναι papyrus
^ 18. ϋπʼ papyrus
^ 18. ϋποστασιν papyrus
^ 20. ϊματιοισ papyrus
^ 23. ϋπʼ papyrus
^ 23. l. καὶ ἂν
^ 24. l. καὶ ἂν
^ 24. ϊδιων papyrus
^ 24. ϊδρωτων papyrus
^ 24. χαρίσματοσ papyrus
^ 25. ϋπʼ papyrus
^ 30. ϋπεισϊεναι papyrus
^ 30. ϋπʼ papyrus
^ 31. ϋπαρξιν papyrus
^ 31. ϋπʼ papyrus
^ 34. ϋλησ papyrus
^ 35. BL 1.241 : ἐσαφήνισε νοεποσ prev. ed.
^ 37. l. ἐξοδιάζειν
^ 38. l. χορηγίαν
^ 38. BL 1.241 : ὑπερερχομένων prev. ed.
^ 41. l. ἀδελφιδῶν
^ 42. l. δυναμένων
^ 44. ϋπεροριω papyrus
^ 48. l. διὸ
^ 49. ϋπερ papyrus
^ 49. l. χρεωστούμενον
^ 50. ϋπερ papyrus
^ 53. ϋποκεισθαι papyrus
^ 53. l. ὡρισμένῃ
^ 54. l. ἐπιγιγνώσκειν
^ 54. l. οὐγκίας
^ 56. εγ’γεγραμμενοισ papyrus
^ 59. ϋπολημψιν papyrus
^ 61. ανϊσχυρον papyrus
^ 64. αλλʼ’ papyrus
^ 65. l. ἀπίτω
^ 66. l. ἀναγιγνωσκομένην
^ 67. l. ἔννομον
^ 67. l. ἰσχυρὰν : ϊσχυρασ papyrus
^ 67. ϋπογραφησ papyrus
^ 67. ϋπερ papyrus
^ 67. ϋπογραφοντοσ papyrus
^ 69. l. διαλαλίας
^ 70. ταυθʼ’ papyrus
^ 71. BL 1.241 : ἐν ὅρκῳ prev. ed.
^ 74. l. καὶ ἂν
^ 79. l. τῷ
^ 79. εγ’γεγραμμεν[α] papyrus
^ 80. ϊωσηφ papyrus
^ 80. ϊωαννου papyrus
^ 81. ϊακωβο papyrus
^ 81. l. ἀρχιπρε(σβύτερος)
^ 85. l. μαρτ<υρ>ῶ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.