Papyri.info

sign in

chiron.47.297 = HGV Chiron 47 (2017) S. 297 = Trismegistos 11735 = p.lond.2.354



DDbDP transcription: chiron.47.297 [xml]

ca. 10 BC Arsinoite
[Reprinted from: .] pg163-165; cf. CPR 15 15
[Reprinted from: p.lond.2.354] P.Lond. 2 354

Γαίωι Τυρρανίωι
παρὰ Σαταβοῦτος τοῦ Πισόιτος καὶ τοῦ τούτου υἱοῦ Π[ισ]όιτος τῶν ἀπὸ [τοῦ Ἀρ]σιν[ο]είτο̣[υ]
[δ]η[μο]σίων γεωργῶν καὶ ἐγλημπτόρων τινῶν ἱερατικῶν ἐ̣δαφῶν τελού̣ντ[ων ὑ]πὲρ̣ ὧ̣ν ἔχο-
[με]ν δημοσίων ἐδαφῶν αἰεὶ κατʼ ἔτος εἰς λόγον (πυροῦ ἀρτάβας) ω καὶ ἀργ̣(υρίου) (δραχμὰς) Αφ. καὶ ἐν τῆι [καταβ]ο̣λ̣ῇ
5ἀνέ̣γ̣κλητοι μέχρι τοῦ νῦν γεγονότες, διὰ δὲ τὸ μηδὲν ὀφείλειν ἐπεφθο̣ν̣η̣[μένοι ὑπό]
[τ]ινων ἐκ τοῦ νομοῦ ἀδω̣σιδίκων καὶ αἰεὶ ἀποστατικώτερον φρονούντω[ν   ̣  ̣  ̣  ̣  ̣]τ̣ων
  ̣  ̣ πρὸς τὴν ἡμῶν ἐπήρειαν ἱκανῶς ἀπηδικημένοι ἐπὶ τὴν ἐξοῦ(*) δικα[ιοδοσίαν   ̣  ̣  ̣]
  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣, [β]ο̣ηθείας ἵνα τύχωμεν. Ὦπις γὰρ καὶ Ὦπις ἀμφότεροι Πετοσείριος ικ  ̣  ̣  ̣  ̣
  ̣  ̣  ̣  ̣ο  ̣[  ̣  ̣]νοι ἐθάρσησαν ἐπιδόντες Κόρδῳ τῶι ἐπιστατήσαντι τῶν φυλακε[ιτῶν](*)[  ̣  ̣]
10[  ̣  ̣  ̣  ̣  ̣  ̣]τας φάσκοντες τὸν πατέρα αὐτῶν ἐκ τοῦ ζῆν μεθεστακέναι πρὸς [  ̣  ̣  ̣  ̣]λ̣ο
  ̣  ̣  ̣  ̣ [κα]τὰ φυ[λ]ακὴν. καταστάντες δὲ καὶ ἀπολογησάμενοι ἐφάνημεν τῶι Κό[ρδωι ἀθῶιοι]
[τῆς συ]κ̣οφ[αντί]ας, ὥστε εἰ μὴ ἐξ ἧς ἐποιήσαντο ἡμῶν τε καὶ τοῦ Κόρδου πλείσ̣τ̣[ης δεή]σ̣ε̣ω̣ς
  ̣  ̣  ̣ κατὰ τοὺς νόμους τῷ ζῆν αὐτοὺς κινδυνεῦσαι διὰ τὸ μὴ συνεστακέν[αι   ̣  ̣  ̣  ̣]ο εν
[  ̣  ̣  ̣  ̣  ̣]  ̣α̣ν̣, ἔγ̣ρ̣αψαν δὲ τούτῳ συνλελύσθαι(*). πρὶν ἢ δὲ τῆς εἱρκτῆς ἡμᾶς ἀ̣[πολυθῆναι   ̣]  ̣  ̣
15τ̣ο̣ῦ̣ Κόρδου μετασταθέντος γενέσθαι ἀντʼ αὐτοῦ Βρείσωνα, ὃν καὶ   ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
κ̣αταστάσεως καινισμὸν παραλογιεῖσθαι ἕτεροι τούτων ἀδελφοὶ [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣αι̣
ἐπʼ α̣ὐ̣τὸν διʼ ἐνκλήματος περὶ τῶν αὐτῶν τῶν νόμων κωλυόντων δὶς περ[ὶ το]ῦ α[ὐτ]οῦ
[δ]ικάζεσθαι. γενομένης δʼ ἡμῶν ἐπὶ τοῦ Βρείσωνος πάροντος καὶ Διο[δ]ώ̣ρου τῶ[ν ἐ]ν τῶι
[ν]ο̣μ̣ῶ̣ι̣ γεγυ[μ]νασιαρχηκότων καὶ γενομέν[ης] ἱκανῆς τῶν ῥητόρ̣ων [ἡ]μ̣ῶν ἁ̣[μ]ί̣λλης
20ο[ἱ δʼ ο]ὐ̣δ̣ʼ ο̣ὕ̣τως συνέστησαν ἡμᾶς τοιοῦτό τι διαπεπραγμένους, ὧν χάριν αὐτοὶ παρὰ πάντα τὰ
[δίκαια] ὄντες ἐν τῇ εἱρκ̣τ̣ῇ, διὰ δὲ τοῦτο τῶν γεωργίων ἀφανιζομένων [  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣ας̣  ̣[  ̣]
[- ca.22 -]ν προεῖδον ἀλόγευτ̣ον καθεστάναι τῆς τε συναγωγῆς
[- ca.18 -]ου καιροῦ ἀξιοῦμεν γράψαι τῷ τοῦ νομοῦ στρ[ατηγ]ῷ
[ἐκλυ]σάμενον(*) ἡ[μ]ᾶς τ[ῆς σ]υνοχῆς καὶ ἐπιγνόντα(*) ἀκρειβῶς(*) ἑκάστα, ἐὰν̣ [καὶ] αὐτῷ κατὰ τὸ
25[  ̣  ̣]  ̣  ̣ος καὶ τοῖς α[  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣σι φανῶμεν ἀπολῦσαι, ὅπως γενομένων ἡμῶν περὶ τὴν
τ[ῶν ἐ]δ̣α̣φῶν [γε]ω̣[ρ]γ̣[ίαν μη]δ̣ὲν τοῖς δημοσίοις ἔλαττον ἐπακολουθήσῃ, δ̣ιαλ̣ά̣βη δὲ
[- ca.15 -] πονηρὸν περιπεσόντων αὐτῶν τῇ κατὰ το̣[ὺς νόμου]ς κολάσει,
ἵ̣[νʼ ὦμεν εὐεργε]τ̣η̣μ̣[έ]νοι. ⁦ vac. ? ⁩ διευ[τύ]χει.

Apparatus


^ 7. l. ἐκ σοῦ
^ 9. l. φυλακ[ιτῶν]
^ 14. l. συλλελύσθαι
^ 24. l. [ἐκλυ]σαμένῳ
^ 24. l. ἐπιγνόντι
^ 24. l. ἀκριβῶς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.