Papyri.info

sign in

p.lond.5.1711dupl = HGV P.Lond. 5 1711 = Trismegistos 19728



DDbDP transcription: p.lond.5.1711dupl [xml]

AD 566-73 Antinoopolis
[Reprinted from: .] dupl=PCairMasp3,67310

FrA
† βασιλείας καὶ ὑπατεί[ας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλ(αυίου) Ἰουστίνου τοῦ αἰωνίου]
Αὐγούστου̣ Αὐτοκ̣ρ̣[άτορος ἔτους ⁦ -ca.?- ⁩]
  ̣  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --
FrB
⁦ vac. ? ⁩
† τ̣ὸν γαμικὸν̣ [⁦ -ca.?- ⁩]
5⁦ vac. ? ⁩
-- -- -- -- -- -- -- -- -- --
FrC
5[Φλ(αύιος)] Ὡρουώγ̣χι̣ς̣ υ̣ἱὸ̣ς̣ Φ[ι]λ̣[ίππου ἐκ μητρὸς   ̣  ̣  ̣  ̣  ̣]ς̣ τ̣ῆ̣ς̣ [  ̣  ̣  ̣  ̣  ̣  ̣ καθοσιωμέ(νος)]
[στρατ]ι̣[ώτ]η̣[ς ἀριθμοῦ Ἀντι(νόου) καὶ ὁστιάρι]ος ἀπὸ τ̣[ῆ]ς αὐτῆς πόλεως
μετʼ ἐγγυητῶ̣[ν μου τῶν καὶ ἑξῆς ὑπογραφόντων] ἑ̣κ̣ά̣σ̣τ̣ο̣(υ) ἐνε̣χο̣μ̣ένο[υ] τ̣ῇ̣ ἰ̣δ̣[ίᾳ]
ὑπογραφῇ ε̣ἰ̣ς̣   ̣  ̣[- ca.18 -]  ̣  ̣  ̣  ̣ ἕ̣καστο̣ς̣ καὶ
  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣]
10τω̣ς̣ τὸ̣ ἐ̣[πὶ τοῖς ἑξῆς] δ̣ηλο̣υ̣μ̣έ̣ν̣ο̣ι̣ς̣ σ̣υ̣μ̣φώνοις ἐν̣ τ̣ῷ̣ δ̣[ημοσίῳ(?) γαμικὸν]
συμβόλαιο̣ν̣ ἐ̣φʼ α̣ἷ̣ς̣ π̣[ε]ρ̣ι̣έχε̣ι διαστο̣λ̣[αῖς] ἁ̣π̣ά̣σαις κ̣αι  ̣  ̣  ̣  ̣[- ca.11 -]  ̣  ̣  ̣  ̣
λ̣υ̣των ἀπὸ ταύ̣τη[ς τ]ῆ̣ς̣ [Ἀντινοέων πόλεως (?)] (vestig)
Traces
Traces
-- -- -- -- -- -- -- -- -- --
FrD
[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣]λ̣  ̣δ̣  ̣  ̣ο̣υ̣ς̣
15[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣μ̣ο̣  ̣  ̣  ̣  ̣ν̣ ἐ̣μ̣α̣υ̣τ̣ὸν τὸν προαφηγηθέν̣τ̣α̣
[Ὡρουώγχιον] κ̣α̣τʼ ἔκ̣δοσιν [  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣ε̣ι̣θ̣ο̣  ̣  ̣  ̣  ̣ι̣ω̣ν̣ ἐπὶ χρη[στα]ῖ̣ς̣ ἐλπίσι
ε̣[ἰ τῷ Θεῷ δοξεῖεν καὶ γνη]σ̣ί̣ων τέ̣κ̣νων σπορᾷ καὶ τὴν σὴν σεμνὴν καὶ
ἀσφαλῆ παρθένειαν εὑρὼν διηκόρευσα(*)· ⁦ vac. ? ⁩ ὅθεν εἰς ταύτην ἥκω τὴν ἔγγραφ[ον]
ἀσφάλειαν̣ καθʼ ἣν ὁμολογῶ ὀφε̣ί̣[λ]ειν κ[αὶ] χρεωστεῖν ὑπὲρ̣ τ̣ῶν σῶν γαμικῶ̣ν̣
20ἕδ̣νων ἤτ̣ο̣ι̣ πρὸ γάμο̣υ̣ δώρων τ̣ῶ̣ν̣ σ̣υ̣μ̣π̣ε̣φωνημένων κ̣α̣ὶ̣ σ̣υ̣ν̣αρεσάντων
μεταξὺ ἐμοῦ καὶ σο(ῦ) καὶ τῶν [σῶν] σ̣[εμνῶν] γονέ[ω]ν̣ χρυσο[(ῦ)] νομ̣[ισμ(άτων)] δεσ̣π̣ο̣τικ[ῶν]
δ̣ο̣κ̣ί̣μ̣ων ἓξ ἑκά̣[στ]ο̣(υ) πα̣ρ̣ὰ̣ κε̣[ράτια ἓξ ] ζ̣υ̣γ̣ῷ̣ κ̣α̣ὶ̣ σ̣τ̣α̣θ̣[μῷ Ἀντινόου γί(νεται) χρ(υσοῦ) νο(μίσματα) δεσπ(οτικὰ)]
FrE
[δόκ(ιμα) ϛ π(αρὰ) λϛ ζυγ(ῷ) καὶ σταθμ(ῷ) Ἀντι(νόου), καὶ ταῦτα ἑτοίμως ἔχω παρα]σχεῖν τῇ σῇ εὐ̣[γενείᾳ]
ὁπότ[αν βου]λ̣[ηθῇς δίχα πάσης] ἀγ̣[νωμοσύνη]ς̣ κ̣α̣ὶ̣ ὑ̣π̣ερθ̣έ̣σ̣ε̣ω̣ς̣
25κινδύνῳ καὶ πόρῳ καὶ τιμήματι τῆς ἐμῆς ὑπ[οσ]τ̣ά̣σ̣εως γενικῶς̣ κ̣α̣ὶ̣ ἰδι̣κ̣[ῶς]
{τῇ̣ [σ]ῇ̣} ὑποκειμένης σ̣ο̣ι̣ εἰς τοῦτο καὶ ὁμολογῶ μηδὲν ἧττον προσ-
ε̣π̣ὶ̣ τ̣[ούτ]οις διαθρέψαι σε γνη̣σίως κ̣α̣ὶ̣ ἐ̣ν̣διδύσκειν κ̣α̣θ̣ʼ ὁ̣μ̣ο̣ι̣ό̣τητα̣ π̣ά̣ν̣των̣
[τῶν σ]υνμετρίων μο(υ) καὶ τὸ̣ν προσόντα μοι πόρον κατὰ τὸ̣ν̣ δ̣υνατὸν τρόπον
[τῆς ἐμῆς μετ]ρ̣ιότητος καὶ ἐ̣ν̣ μηδένι καταφρο̣ν̣ῆσαί σ̣ο̣(υ) [μήτε]
30[ἐκβαλ]εῖν σε ἐκ τοῦ ἐ̣μ̣οῦ συνοικεσ̣ί̣ο̣[υ] παρε̣κ̣τ̣ὸ̣ς̣ λ̣[όγ]ο̣(υ) π̣ο̣ρ̣[νείας] κ̣α̣ὶ̣
[αἰσχρᾶς πράξεως καὶ σωματικῆς ἀταξίας ἀπο]δ̣[ειχθ]η̣[σομ]έ̣ν̣η̣ς̣
[διὰ τριῶν ἢ πλέον ἀ]ξ̣[ιοπίστων ἀνδρῶν παγανῶν ὄντων καὶ πολιτικῶν]
FrF
ἐλε[υ]θ̣έ̣ρ̣[ω]ν καὶ μηδαμῶς ἀποστῆναί μ̣ε̣ τ̣ῆ̣ς̣ σ̣ῆ̣ς̣ [κοίτης μη]δ̣ʼ ἑ̣τ̣έ̣ρ̣ας
δραμε̣ῖ̣ν ἀταξίας ἢ ἀσελγίας(*) ⁦ vac. ? ⁩ μέντοι καὶ αὐτῆς τῆς σῆς κοσμιότητος
35ὑπακουούσης μοι καὶ φυλαττούσης μοι πᾶσαν εὔνοιαν καὶ εἰλικρινῆ
στοργὴν ἐν πᾶσι καλοῖς καὶ ὀφελίμοις(*) ἔργοι[ς] τ̣ε̣ κ̣[αὶ λόγοι]ς καὶ ὑποταττομέ(νης)
μοι τρόποις ἅ̣πασιν ἅτε δὴ ἀνήκει ἁπάσαι̣[ς εὐγενεστάταις γυναιξὶν]
ἐ̣ν̣δείκνυσθα[ι] ε̣[ἰ]ς̣ τ̣ο̣[ὺ]ς̣ ἑ̣[αυτῶν εὐμοίρους καὶ φιλαιτάτους ἄνδ]ρ̣α̣ς̣
δίχα̣ ὕ̣βρε̣ω̣[ς καὶ ἁψικορίας καὶ οἵας δήποτε κ]α̣τ̣αφρον[ήσε]ω̣ς,
40[ἀλλʼ ο]ἰ̣κ̣[ουρὰ]ν̣ δ̣ιόλο̣υ̣ εἶνα̣[ι καὶ φίλαν]δ̣ρ̣ο̣ν̣ περὶ ἐμὲ γενέσθ[α]ι σε
ἀκολο̣ύ̣[θως] τ̣ῇ̣ παρʼ ἐμ̣[οῦ δε]ι̣χ̣θησο̣μ̣ένῃ σοι ἀγαθῇ καὶ σώφρονι
προαιρέ̣σει καὶ εἰ συμβαίη μοί ποτε καιρῷ ἢ χρόνῳ κ̣α̣ταφρ̣ο̣ν̣ῆ̣σαί σο[υ]
κατὰ τὸν προαφηγηθέντα τρόπον ἢ ἐκβαλεῖν σε χωρὶς εὐλόγου
αἰτίας ὡς προγέγραπται ⁦ vac. ? ⁩ ἑτοίμως ἔχω ἐγὼ ὁ προγεγραμμένο[ς]
45σὸς ἀνὴρ Ὡρουώγχις π[α]ρ̣[ασχ]ε̣ῖ̣[ν τ]ῇ̣ σ̣ῇ̣ κ̣ο̣σ̣μιότητι λόγῳ ποινῆς
τῆς αὐτῆς κα̣τ̣α̣φ̣ρονή̣σ̣ε̣ως χρυσο(ῦ) νομίσματα δεκαοκτὼ ἔργῳ κ̣α̣ὶ̣
δυνάμει ἀπαιτούμενα καὶ γυμνὸς(*) ἐξελθεῖν μ̣ε ἐκ τοῦ   ̣  ̣  ̣σ̣ε̣ χωρεὶς(*)
ἀντ̣ι̣λογίας καὶ κρίσ̣εως καὶ δίκης καὶ πάσης ἀφορμῆς καὶ μέμ̣ψεως
καὶ παντοίας νομίμο(υ) παραγραφῆς καὶ εὑρεσιλογίας(*) ἐνεχομένης
50καὶ σοῦ τῆς προαφηγηθείσης μου νύμφης καὶ γαμετῆς Σχολαστ̣ι̣κ̣[ίας]
τῷ αὐτῷ ἴ(*)σῳ μέντοι προστίμῳ εἰ καὶ ἐμοῦ κ[ατα]φρονέσα̣ι̣ς̣(*) ἐπ̣ὶ̣ τ̣ο̣ῖ̣[ς]
προτεταγμένοις σ̣υ̣[μ]φών̣οι̣[ς] ἐφʼ οἷς καὶ αμ  ̣[  ̣]  ̣[  ̣  ̣]  ̣ος προσομολογῶ
ἐγὼ ὁ σὸς γαμέτης μὴ συγ̣καλ̣έσαι τινα ἀνακόλουθον κατʼ οἶκο̣ν̣
ἐπὶ σ̣ὲ̣ μήτε συμπ̣ο̣σ̣ι̣ά̣ζ̣ε̣[ιν] ἐ̣γ̣γ̣[ὺς σ]ο(υ) μετʼ(*) ἑταίρων ἢ̣ [οἰ]κε̣ίων ἢ
55μεθʼ ἑτέρου τιν[ὸς] σ̣ο̣ῦ̣ μ̣ὴ βουλομένης τὴν α̣ὐ̣τ̣[ῶ]ν̣ κατάστασιν
καὶ εἰς ἀσφάλειαν ἑκατέρο(υ) μέρους καὶ τοῦ φιλαλλήλου συνοικεσί̣[ου]
ἐθέμην το̣[ῦτο] τὸ τ̣ῆ̣[ς συζυγί]α̣ς̣ σύμφωνον ἤτοι γαμικὸν
συμβόλαιον κύριον ὃν καὶ βέβα[ι]ον πανταχοῦ ἐπιφερόμενον
καὶ ἐπερωτηθεὶς ἑκὼν καὶ πεπεισμένος ὡμολόγησα μὴ φόβῳ, μὴ
60δόλῳ, μὴ βίᾳ καὶ ἀπάτῃ, μήτε ἀνάγκῃ συνελαυνόμενος καὶ ὑπο-
γεγραμμένον ἐξέδομήν σοι πρὸς ἀσφάλειαν καὶ πρὸς πάντα
καὶ πρὸς ἕκαστον αὐτῶν τῶν ἐνπεριεχομένων αὐτῷ
κ̣ε̣φ̣αλαίων καὶ ἐπὶ τῇ τοῦ προστίμο(υ) ἀποδόσει εἰ οὕτω τύχοι
(*)ποθέμενός σοι πᾶντα τὰ νῦν ὄντα καὶ ἐσόμενά μοι πράγματα
65ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης ἀπέλυσα.
προσομολογῶ αὖτε ἐγὼ ὁ̣ [π]ρ̣[ογεγ]ρ̣[(αμμένος) γαμέτ]η̣ς̣ Ὡ̣ρ̣ο̣υ̣ώγχι̣ς̣ μὴ δύ̣ν̣α̣σ̣θ̣α̣ι̣ μ̣ή̣
ποτε καιρῷ ἢ χρόνῳ ἐνεγκεῖν ἀλλοδαπὰς γυναῖκας ἐπάνω
τῆς ἐμῆς ἐλευθέρας, εἰ δὲ τοῦτο πράξω ἐπιδώσω τὸ αὐτὸ πρόστιμον.
Φλ(αύιος) Ὡρουώγχις Φιλίππο(υ) καθοσιωμέ(νος) στρατιώτης ἀριθμο(ῦ) Ἀντι(νόου) καὶ ὁστιάριος
70ἀπὸ τῆς αὐτῆς πόλε(ως) μετʼ ἐγγυητῶν μο(υ) τῶν καὶ ἑξῆς ὑπογραφόντων
ἑκάστο(υ) ἐνεχομένου τῇ ἰδίᾳ ὑπογραφῇ ἐθέμην τοῦτο τὸ γαμικὸν μο(υ)
συμβόλαιόν σοι τῇ προειρημ̣έ̣ν̣ῃ̣ Σ̣χ̣ο̣λ̣αστικίᾳ Θεοδώρο(υ) ἐμῇ γαμετῇ
νύμφῃ(*) εἰς̣ χρυ̣σ̣ο̣(ῦ) ν̣ο̣μ̣ί̣σ̣μ̣(ατα) ἓξ παρὰ κεράτια τριάκοντα ἓξ καὶ ταῦτα ἀποδώσω σοι
ὁπόταν βουληθῇς καὶ ποιήσω πάντα τὰ συνταχθέντα ἐν τῷ αὐτῷ γαμικῷ
75συμβολαίῳ κατὰ τὴν δύναμιν ἑκάστο(υ) κεφαλαίου καὶ ἀποδώσω
τὸ προειρημένον πρόστιμον εἰ ὑπερβήσωμαι ταῦτα τὰ ἐγγεγραμμένα
ὡς πρόκ(ειται). † Αὐρηλία Μαρία θύγατηρ Μηνᾶ τη(*) εὐγενεστά(τη) ἀπὸ τῆς Ἀντι(νόου)
ἐγγυῶμαι τὸν προγεγραμμέ(νον) Ὡρουώγχιον Φιλίππο(υ) στρατιώτην καὶ ὁστιάριον̣
ἀριθμο(ῦ) Ἀντι(νόου) εἰς χ̣ρ̣υσ̣ο(ῦ) νομίσμα(τα) ἓξ παρὰ κεράτια τριάκοντα ἓξ καὶ ἀποδώσω
80εἰ συμβαίη αὐτὸν παραφρονεῖν τὸν προειρημένον γαμικὸν συμβόλαιον
καὶ τὰ ἐν αὐτῷ περιεχόμενα ἀναμφιβόλως ὡς πρόκ(ειται). Αὐρήλιος
Ἀντώνιος Βίκτορος ἀπὸ Ἀντι(νόου) ἀνὴρ τῆς προγεγρα(μμένης) Μαρίας ἀξιωθεὶς
ἔγραψα ὑπ(ὲρ) αὐτῆς παρούσης καὶ εἰπούσης μοι κατὰ πρόσωπον γράμματα
μὴ εἰδυίης(*). † Φλαύιος Κωνσταντῖνος Ἰωσηφίου στρατιώ(της) (καὶ) δα̣μνάριος
85ἐγγυῶμαι τὸν προγεγραμμέ(νον) Ὡρουώγκιον Φιλίππο(υ) στριώτην καὶ ὁστιάριον
ἀριθμο(ῦ) Ἀντι(νόου) εἰς χρυσο(ῦ) νομίσμ(ατα) ἓξ παρὰ κεράτια τριάκοντα ἓξ καὶ ἀποδώσω
εἰ συμβαίη αὐτὸν παραφρονεῖν τὸ προειρημέ(νον) γαμικὸν συμβόλαιον καὶ τὰ
<ἐν> αὐτῷ περιεχόμενα ἀναμφιβόλως ὡς πρόκ(ειται). Φλ(αύιος) Χριστόδωρος Ἰωάννου
στρατιώτ(ης) καὶ ἀδιούτορ(*) ἔγραψα ὑ(*)πὲρ αὐτο(ῦ) γράμμ(ατα) μὴ εἰδότος. † Φλαύιος
90Φοιβάμμων Ἀλεξάνδρο(υ) π̣ρώτης ἀριθμ(οῦ) Ἀντι(νόου) ἐγγυῶμαι τὸν προγεγρα(μμένον)
Ὡρουώγκιν Φιλίππο(υ) στρατιώτην καὶ ὁστιάριον ἀριθμοῦ Ἀντι(νόου)
εἰς χρ(υσοῦ) νομίσμ(ατα) ἓξ παρὰ κεράτια τριάκοντα ἓξ καὶ ἀποδώσω εἰ συμβαίη
αὐτὸν παραφρονεῖν τὸ προειρημέ(νον) γαμικὸν συμβόλαιον καὶ
τὰ ἐν αὐτῷ περιεχόμενα ἀναμφιβόλως ὡς πρόκ(ειται). Αὐρήλιος Φοιβάμμων
95(*)σιδώρου νοτά(ριος) ἀπὸ Ἀντι(νόου) ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτο(ῦ) γράμμ(ατα) μὴ εἰδότος παρόντος
καὶ εἰπόντος μοι κατὰ πρόσωπον. †

Apparatus


^ FrD.18. l. διηγόρευσα
^ FrF.34. l. ἀσελγείας
^ FrF.36. l. ὠφελίμοις
^ FrF.47. και  ̣ε̣νος prev. ed.
^ FrF.47. l. χωρὶς
^ FrF.49. l. εὑρησιλογίας
^ FrF.51. ϊσω papyrus
^ FrF.51. l. καταφρονήσαις
^ FrF.54. l. μεθʼ
^ FrF.64. ϋποθεμενοσ papyrus
^ FrF.73. corr. ex νεμφη
^ FrF.77. l. ἡ
^ FrF.84. l. εἰδυίας
^ FrF.89. l. ἀδιούτωρ
^ FrF.89. ϋπερ papyrus
^ FrF.95. ϊσιδωρου papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.