Papyri.info

sign in

p.mert.1.5 = HGV P.Merton 1 5 = Trismegistos 5238



DDbDP transcription: p.mert.1.5 [xml]

149-135 BC Ptolemais

Βοήθωι τῶν πρώτων φίλων καὶ στρατη[γῶι τῆς Θηβαίδος]
παρὰ Βερενίκης τῆς Δωροθέου ἀστ̣[ῆς τῶν ἀπὸ Πτο-]
λεμαίδος. ἀδικουμένη ὑπʼ Ἀνδρονίκο̣[υ τῶν τῆς αὐτῆς]
πόλεως κατοίκων ἱππέων ἐπέδω[κα τῶι βασιλεῖ ἔντευξιν]
5ὑπὲρ τοῦ, ὑπαρχούσης μοι γῆς πολιτ[ικῆς, ἐωνημένης παρὰ]
Πανᾶ Ἀράτου Πανοπολίτου, γειτνι[ῶντα ἐκεῖνον ἐπιβε-]
βηκέναι ἐπὶ μέρος τῆς ἐμῆς γῆς· [ὁ δὲ ἀντέγραψεν ὁμο-]
λογῶν γεομετρηθῆναι(*) διʼ αὐτοῦ   ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ παρόντος]
τοῦ πολιτικοῦ γεομέτρου(*), ἀποβῆ[ναι δὲ οὗ ἕνεκεν ἐνεδοι-]
10άζετο μέρους(*) εἰς (ἀρούρας) ϛ. μετὰ ταῦτα [κατέλαβον τὰ]
ὅρια \μεθ/ηρμένα καὶ ἠξίουν ἐξαποσταλ[ῆναι αὐτὸν ἐπὶ σέ·]
πρὸς ὃ γραφέντος Ἀθάμαντι τῶι ἐπιστάτ[ηι διαγνῶναι περὶ τῆς]
ἡμῶν καταστάσεως ἐπʼ αὐ̣τ̣ο̣ῦ ἐστάθην, [ὁ δὲ προσέταξεν Τύ-]
χωνι ἀποδιαστεῖλαί μοι τὴν γῆν̣· περικάμ̣[ψαντος δὲ]
15τοῦ ἀντιδίκου τοῦ ἑκουσίως τὸν ἀφορισμὸν [ποιεῖσθαι, βου-]
λόμενος ὁ Ἀθάμας μαθεῖν τὰ κατὰ τὴν ἐξ[έτασιν δεδηλωμένα]
ἔγρ̣αψεν τῶι Τύχωνι ἀνενεγκεῖν· ὃ καὶ δυσαπ̣[ίστως ἐκεῖνος ἀνι-]
εὶς̣ ὡς ἂν μὴ ὄντων κατʼ αὐ̣[τὴ]ν τῶν ὁρίων [⁦ -ca.?- ⁩]
ἐπὶ τῆς γῆς καὶ μεθάρτων ⁦ vac. ? ⁩ [καίπερ(?)]
20ἐν ἔθει ὄντος ἐν τῶι λογιστηρίωι ⁦ vac. ? ⁩ [ἐξετάζειν τὰ ὅρια]
καὶ τὸ πλῆθος τῶν χαλασμάτων ἐάν τις δοκ̣[ῆι   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ὁ δὲ ἀντί-]
δικος οὐδεμίαν ἔχει γιτνιῶσαν(*) βασ̣ιλικὴ[ν γῆν ⁦ -ca.?- ⁩]
του̣οῦτον(*) γενέσθαι, ἀλλʼ ἐν περιχώ̣[ματι ἄλλωι ἐκ τῆς γῆς]
αὐτοῦ οὔσης (ἀρουρῶν) κ γειτνιῶ̣σάν μ[οι ἔχει ἐν μισθώσει(?)]
25ἐχομένην μου βασιλικὴν γῆν π̣[ερὶ   ̣  ̣  ̣. τούτου οὖν]
παραβαίνοντος τὴν δεδομένην̣ [μοι κρίσιν ὡς εἴρηται]
καὶ παρορίζων τὴν βασιλικὴν γῆ[ν ἐτάξατο τῶι θεῶι]
Σωτῆρι τὴν ἐξ ἔθους ἀπαρχὴν(*) π[αρὰ τὴν παρατεθεμένην]
ἐν τῶι δημοσίωι ὠνήν μου. ἀξιῶ σ̣[ε οὖν, ἐπειδὴ ἀεὶ]
30διατελεῖς πᾶσι τὸ δίκαιον ἀπονέμων, [συντάξαι ἀναγα-]
γεῖν ἡμᾶς ἐπὶ σὲ καὶ ἂν ᾖ οἷα γράφω ἐπ[ισκεφθέντα ἀληθῆ]
προσλαβόντα σὺν ἐμοὶ τὸν αὐτὸν Π̣α̣ν̣ᾶ̣ν̣ [ἀναγκάσαι ἐκεῖνον]
ἐκπληροῦσθαι τὰ κατὰ τὴν σχοινουλκ̣ία̣[ν ἀποδεδειγμένα]
ἢ ἐμοὶ ἀποδιασταλῆναι τὴν κατὰ τὴ[ν κρίσιν δεδηλωμένην]
35μου πολιτικὴν γῆν· τούτου γὰρ γενομέ̣[νου ἔσομαι]
βεβοιηθημένη(*).

Apparatus


^ 8. l. γεωμετρηθῆναι
^ 9. l. γεωμέτρου
^ 10. corr. ex σερουσ
^ 22. l. γειτνιῶσαν
^ 23. l. τοιοῦτον
^ 28. corr. ex υπαρχην
^ 36. l. βεβοηθημένη

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.