Papyri.info

sign in

p.mil.vogl.1.26 = HGV P.Mil. Vogl. 1 26 = Trismegistos 12346



DDbDP transcription: p.mil.vogl.1.26 [xml]

AD 127-28 Tebtynis

[Μουνατι]ανῷ̣(*) [Μ]ουνατιανοῦ ἀ̣π̣ὸ̣ [ἱερέω]ν̣(*) γενομένου(*) ἀρχιδι[κασ]τ[οῦ] ὑῷ(*), τῶν ἐν τῷ Μουσείῳ σειτουμένων(*) ἀτελῶν, κεχ[ε]ιλιαρχηκότι(*), γενομένῳ στρατηγῷ τῆς πόλεως, ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματισ-
[τῶν καὶ] τῶ[ν ἄ]λλων κριτηρίων·
π̣α̣ρ[ὰ Σ]εραλλίου Πτολ[λᾶ μη(τρὸς) Ἑρ]μ̣ι̣όνης τῆς Πλουτάρχου [τῶν ἀπὸ] τῆς κώμης Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ ἀπούσης, ὑπὲρ ἧς πάρεστιν πρὸς τὴν τελείωσιν τῆσδε τῆς συνχωρήσεως ὁ διαπεμφθεὶ[ς]
αὐ̣τῇ [Π]τολλαρίων Παυλε̣[ίνου τ]οῦ Πάτρωνος τῶν ἐκ τοῦ ἀριθμοῦ τῶν ἐν τῷ Ἀρσινοείτῃ ἀνδρῶν Ἑλλήνων καὶ παρὰ Διοσκόρου τοῦ Νεμεσίωνος τοῦ Ἀρείου Σωσικοσμείου τοῦ καὶ Ζηνείου· συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε·
5ὁμολογεῖ ὁ Διόσκορος, [εὐπει]θὴς ὑπὸ τῆς Σεραλλίου γεγονὼς καὶ ἀπεσχηκὼς παρʼ αὐτῆς διὰ τοῦ Πτολλαρίωνος κατὰ διαγραφὴν διὰ τῆς Λουκίου Καρφίου Δομίτου κολλυβιστικῆς τραπέζης τὰ ἑσταμένα τοῦ παραχωρητικοῦ ἀργυρίου
σεβαστοῦ νομίσματος τά[λαντα] πέντε , αὐτόθεν παρακεχωρηκεν(*) αὐτῇ(*)τὰς ὑπαρχούσας αὐτῷ περὶ κώμην Θεογονίδα τῆς Πολέμωνος μερίδος τοῦ προκειμένου Ἀρσινοείτου νομοῦ κατοικικοῦ κλήρου ἐπικαλουμένου Βουβάλου γῆς σει-
[το]φόρου(*) ἀρούρας τριάκον[τα ὀ]κ[τ]ὼ ἥμισυ τέταρτον ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον, οὔσας ἐν μιᾷ ‡2 α σφραγεῖδι(*), ἐπὶ ταῖς οὔσαις τῶν ἀρουρῶν γειτνίαις τε καὶ ὁρίοις καὶ ἰσόδοις(*) καὶ ἐξόδοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ ταῖς
ἄλλαις χρήσεσι καὶ ἐφʼ οἷς ἐ[πεκρα]τήθησαν καὶ ἐκυριεύθησαν μέχρι νῦν δικαίοις πᾶσι ἀκολούθως καὶ ταῖς εἰς τὸν Διόσκορον γεγονυίαις περὶ παραχωρήσεως αὐτῶν ὁμολογίαις δυσὶ τετελειωμέναις διὰ τοῦ ἐν Πτολεμαΐδι Εὐερ-
[γέ]τιδι τοῦ αὐτοῦ Ἀρσινοείτ[ου] νομοῦ [γ]ραφείου, μιᾷ μὲν ὑπὸ Πατῦνις(*) ὡς δʼ ἐπ\ί/ τινων Πάτρωνος τοῦ Αὐνείους τοῦ Πατύνιος τῷ τρισκαιδεκάτῳ ἔτει Θεοῦ Τραιανοῦ Παῦνι γ ἡμίσους μέρους τῶν δηλουμένων ἀρουρῶν, τῇ δὲ ἑτέρᾳ ὑπὸ τῶν
10[τ]οῦ Πατύνιος ὡς δʼ ἐπὶ [τιν]ῶν Πάτρωνος θυγατέρων Πρωταροῦτος τῷ διεληλυθότι ἑνδεκάτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείωι τοῦ λοιποῦ τῶν αὐτῶν ἀρουρῶν μέρους ἡμίσους· ἀπὸ τοῦ
[ν]ῦν τὴν Σεράλλιον κρατεῖν καὶ κυριεύειν τῶν παρακεχωρημένων αὐτῇ καθότι πρόκειται ἀρουρῶν τριάκοντα ὀκτὼ ἡμίσους τετάρτου καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀπὸ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους ἀποφέρεσθαι
εἰς τὸ ἴδιον διὰ τὸ καὶ τὸ τοῦ ἐνεστῶτος ἔτους γένημα συνπαρακεχωρῆσθαι αὐτὴν χρωμένην ταῖς τῶν ἀρουρῶν ἰσόδοις(*) καὶ ἐξόδοις καὶ ποτισμοῖς καὶ ἐχκύσεσι καὶ ταῖς ἄλλαις χρήσεσι πᾶσι κατὰ τὴν ἐπάνωθεν μέχρι τοῦ νῦν συνήθειαν,
καὶ ἐξουσίαν ἔχειν ἑτέροις παραχωρεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ὃ ἐὰν αἱρῆται· τῷ δὲ Διοσκόρῳ μηδʼ ἄλλῳ ὑπὲρ αὐτοῦ μηδενὶ εἶναι ἔφοδον ἐφʼ ἃς παρακεχώρηκεν ἀρούρας κατὰ μηδένα τρόπον, βεβαιοῦν δὲ καὶ παρέχεσθαι αὐτὸν ταύ-
τας καθαρὰς ἀπὸ μὲν τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων σειτικῶν(*) τε καὶ ἀργυρικῶν καὶ τῶν ἄλλων τελεσμάτων πάντων ἕως μηνὸς Καισαρείου καὶ αὐτοῦ τοῦ Καισαρείου μηνὸς τοῦ διεληλυθότος ἑνδεκάτο(υ)
15ἔτους Ἁδριανοῦ τοῦ κυρίου, διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος ἔτους τῶν ἀρουρῶν τελέσματα πάντα εἶναι πρὸς τὴν Σεράλλιον, ἀπὸ δὲ ἰδιοτικῶν(*)καὶ πάσης ἐνποιήσεως διὰ παντὸς, καὶ πάντα τὸν ἐπελευσόμενον ἀφειστά-
νειν(*) αὐτὸν Διόσκορον παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι ἢ χωρὶς τοῦ ποιεῖν κατὰ ταῦτα ἔτι καὶ ἐκτίννειν(*) αὐτὸν τῇ Σεραλλίῳ τά τε βλάβη καὶ δαπανήματα καὶ τὸ παραχωρητικὸν διπλοῦν καθάπερ ἐκ δίκης·
ἀνείληφεν δὲ ὁ Πτολλαρίων ὥστε τῇ Σεραλλίωι παρὰ τοῦ Διοσκόρου τὰς δηλουμένας εἰς αὐτὸν τῶν παραχωρήσεων ὁμολογίας δύο καὶ τὴν εἰς τοὺς καὶ αὐτῷ παραχωρήσαντας Πατῦνιν ὡς δʼ ἐπί τινων Πάτρωνα
καὶ τὰς τούτου θυγατέρας Πρωτοῦν καὶ Πρωταροῦν παραχωρήσεως συνχώρησιν οὖσαν ἐπὶ τοῦ δωδεκάτου ἔτους Θεοῦ Τραιανοῦ Ἐπείφ, ἔτι δὲ καὶ τὴν γεγνυῖαν ὑπὸ τοῦ Πατῦνις(*) ὡς δʼ ἐπί τινων Πάτρωνος εἰς τὰς θυγατέρας
[αὐ]τοῦ ἑτέραν ὁμολογίαν τελ[ει]ωθ[εῖσ]αν διὰ τοῦ αὐτοῦ τῆς Πτολεμαΐδος γραφείου τῷ ἕκτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Σεβαστῷ περὶ ἐξετάσεως ἧς εἶχεν τοῦ ἐπιβάλλοντος αὐταῖς τῶν ἀρουρῶν μέρους χρήσεως.
20ἀξιοῦμεν οὖν σὲ συντά[ξα]ι [τ]οῖς πρὸς τούτοις οὖσι προσδεξαμένοις παρʼ ἡμῶν τὴν συνχώρησιν τὰ ἄλλα ἐπιτελεῖν ὡς καθήκει καὶ πέμψαι αὐτῆς ἀντίγραφον τοῖς τῶν ἐνκτήσεων τοῦ Ἀρσινοείτου νομοῦ βιβλιοφύ-
[λα]ξιν, ἵνʼ εἰδῶσι διὰ τ[ὸ] διεστρῶσθαι παρʼ αὐτοῖς εἰς τὸ τοῦ Διοσκόρου ὄνομα τὰς παρακεχωρημένας ἀρούρας· ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ ε.
(hand 2) Διον̣ύ̣σ̣ι̣ος η  ̣η̣μ̣α̣ι̣

Apparatus


^ 1. [⁦ -ca.?- ⁩]απω̣ prev. ed.
^ 1. σ̣π̣ο̣[  ̣  ̣  ̣  ̣  ̣] prev. ed.
^ 1. corr. ex γενο⟦μενο⟧
^ 1. l. υἱῷ
^ 1. l. σιτουμένων
^ 1. l. κεχιλιαρχηκότι
^ 6. l. παρακεχωρηκέν<αι>
^ 6. αὐτῇτὰςαυτη corr. ex αυτω
^ 6-7. l. σι|[το]φόρου
^ 7. l. σφραγῖδι
^ 7. l. εἰσόδοις
^ 9. l. Πατύνιος
^ 12. l. εἰσόδοις
^ 14. l. σιτικῶν
^ 15. l. ἰδιωτικῶν
^ 15-16. l. ἀφιστά|νειν
^ 16. l. ἐκτίνειν
^ 18. l. Πατύνιος

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.