Papyri.info

sign in

p.oxy.hels.44 = HGV P.Oxy. Hels. 44 = Trismegistos 15823



DDbDP transcription: p.oxy.hels.44 [xml]

AD 322-4 Oxyrhynchus

r
τ[οῖ]ς ἐσομ̣έ̣[νοι]ς̣ ὑ̣π̣ά̣τ̣[ο]ι̣[ς] τ̣ὸ̣   ̣ Φαμεν[ὼ]θ [  ̣]
Αὐ̣ρήλ̣ι̣[ος Σα]ρ̣[απ]ᾶ̣ς̣ Σαραπᾶτος κα̣ὶ̣ Ἄριλλα̣ ἀ̣δελφή, ἀμφότεροι ἐκ μητ[ρ]ὸς Διονυσίας ἀ[πὸ] τῆς λαμπρᾶς καὶ
λαμπροτάτης Ὀ̣ξ̣υ̣ρυγ̣χ̣ι̣τῶν πόλεως, ἡ δ̣ὲ Ἄριλλα χρημ[ατί]ζ̣ο̣υσα τέκνω[ν δι]καίῳ μετὰ συν̣εστῶτος τοῦ ἀνδρὸς
Αὐρηλί̣ο̣υ Ἀμμω̣ν̣ίου Θέωνος ἀπὸ τ̣ῆ̣ς̣ αὐ̣τ̣ῆς πόλ̣ε̣ω̣[ς], ἀλλήλοις χαί[ρει]ν̣. ἐπειδὴ ἀπὸ κ̣λ̣ηρονομίας Διοσκό-
5ρου τοῦ ἀναπαυ̣σ̣α̣μ̣ένου ἡμῶ̣ν̣ ἀ̣δ̣ε̣[λ]φ̣ο̣ῦ̣ τετελ̣ε[υτ]η̣κ̣[ότ]ος \[ἀτ]έκνου/ [ἀδ]ιαθέτου ἐφʼ ἡμῖν̣ [κλ]ηρονόμοις ἦλθεν εἰς ἡμᾶς τὰ κατα-
λειφθέν̣τ̣α̣ ὑ̣π̣ὸ̣ τούτου, τοῦτʼ’ ἔσ̣τ̣ι̣ν ἐ̣ν̣ [μ]ὲ̣ν τῇ Ὀξυρυγχιτῶν πόλει ἐπʼ ἀμφόδ[ου Τ]ε̣υμενούθεως τὸ ἐπίβαλλον αὐτῷ̣
τρίτον μέ̣ρος ἢ ὅσον ἐ̣ὰ̣ν ᾖ οἰκία̣ς ὁλοκλήρου καὶ α[ἰθ]ρίου καὶ καταγίο[υ] καὶ αὐλῆς ἤτ̣οι στάβλου καὶ φρέατος
καὶ χρηστηρίων καὶ ἀ̣ν̣ηκό̣ντων καὶ συνκυρούντων π̣άντων κοινω̣νικῆς πρὸς μὲν ἡμᾶς κατὰ τὰ ἄλλα
μέρη, πρὸς δὲ Πα̣θερμοῦτιν Ἀντινόου καθʼ ἕτερον μέρος, καὶ ἐπʼ ἀμφ̣όδου Δεκάτης ἐγγὺς ἱεροῦ Ἴσιδος
10ὁμοίως τὸ ἐπίβαλλον τῷ αὐτῷ Διοσκόρῳ ἑκτὸν μ̣έρος οἰκίας καὶ αἰ̣θρίου καὶ χρηστηρίων πάντων
ἧς ἔνοικός ἐστι̣ν Κούκκουλος γναφ̣ε̣ύ̣ς̣, κοιν[ω]νικ̣ῆς πρὸς μὲν ἡμᾶς̣ κατʼ ἄλλα μέρη, πρὸς δὲ Παθερμοῦτιν
καθʼ ἕτερον μέρος, ἔτι τε καὶ τὰ καταλειφθέντα ὑπὸ το̣ῦ̣ α̣ὐ̣τοῦ ἀδελφοῦ ἡμ[ῶν] Διοσκόρου ἐνδομενικὰ παντοῖα
μέχρι ἀσσαρίου ἑνός, ὁμοίως δὲ καὶ τὸ [ἐ]λ̣θὸν εἰς [ἡ]μᾶ̣ς̣ ἀπὸ κληρον̣ομ[ί]ας τῆς ἀναπ̣αυσαμένης ἀδελφῆς
Ἰουλιανῆς τετελ̣[ευ]τ̣η̣κ̣υίης ἀτέκ[ν]ου καὶ ἀδιαθέτου ὅσον ἐὰν ᾖ μέρο̣ς̣ τῆς τε ἐπʼ ἀμφόδου Τευμενούθεως
15προκε̣ι̣μ̣έ̣ν̣η[ς ο]ἰ̣κ̣ί̣ας καὶ τῆς ἐπʼ ἀμφόδου Δεκά[τ]ης ἑτέρας οἰκίας καὶ χρηστηρίων αὐτῶν, ἀφʼ οὗ ὀνό-
ματος τῆς αὐτῆ[ς Ἰο]υ̣λ̣[ι]α̣ν̣ῆς μέ̣ρ̣[ο]ς̣ μ̣έτεστιν Παθερμουτίῳ πρότε̣ρο̣ν τοῦ πατρὸς αὐτοῦ τὸ ἐπίβαλλον
τῷ πατρὶ αὐτο̣ῦ̣ [Ἀν]τ̣ι̣ν̣όῳ μέ̣[ρος ὅσ]ο̣ν ἐὰν ᾖ, κοινοῦ ὄντος πρὸς ἡμᾶ̣[ς] κατὰ τὰ λοιπὰ μέρη, κατὰ ταῦτα ὁμολο-
γοῦμεν διῃρῆσθαι πρὸς [ἀλλήλους καὶ] τ̣ῶν μὲν ἐνδομενικῶν τῶν̣ ὑπὸ Διοσκόρου καταλειφθέν-
των ἀπειληφέναι ἕκαστον [ἡμῶν] τὸ ἐπίβαλλον αὐτῷ ἥμισυ μέρος, τῶν δὲ προκειμένων οἰκιῶν
20δύο καὶ χρηστηρίων αὐτῶν π̣ά̣ν̣τ̣ω̣ν̣ κρατεῖν καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρʼ αὐ̣τοῦ μεταληψο-
μένοις τοῦ ἐπιβάλλοντος αὐτῷ μέρους καὶ ἐξουσίαν ἔχειν χρ[ᾶσθ]α̣ι καὶ οἰκονομεῖν ὡς ἐὰν αἱρῆται ἀ̣ν̣ε̣μ̣-
ποδίστως καὶ ἐντεῦθεν μηδένα λόγον ἔχειν πρ̣[ὸς ἀλλ]ή̣λους περὶ τῶν αὐτῶν καὶ προκειμένω̣ν̣
πραγμάτων τοῦ ὀνόματος Διοσκόρου καὶ Ἰου[λι]α̣ν̣ῆ̣[ς καὶ] μηθὲν(*) ἀλ̣[λήλ]οις ἐγκαλεῖν μ̣η̣δʼ ἐ̣νκα̣λ̣έσιν(*) [κ]α̣[τ]ὰ
μηδ̣έ̣να τρ̣[ό]π̣ον διὰ τὸ ἐπὶ τούτοις συντε[θεῖσθαι. κύρια τὰ τῆ]ς̣ διαιρέ[σε]ω̣ς καὶ̣ ἀ̣ν̣εγ̣κλ̣[ησ]ί̣ας γρά̣[μ]μ̣α̣τ̣α̣
25τετρα̣σ̣σ̣ὰ γρα̣φ̣έν̣τα καὶ̣ περὶ τοῦ ταῦτα ὀ̣ρ̣θῶς [καλῶς γεγενῆσθαι] ἐπερωτηθ(έντες) ὡμολογ[ήσαμεν.]
(hand 2) Traces 5 lines
v
Ἄριλλα

Apparatus


^ r.23. l. μηδὲν
^ r.23. l. ἐγκαλέσειν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.