Papyri.info

sign in

p.oxy.14.1644 = HGV P.Oxy. 14 1644 = Trismegistos 5258



DDbDP transcription: p.oxy.14.1644 [xml]

63-62 BC Oxyrhynchus

r
βασι[λεύοντο]ς Πτολεμαίου θεοῦ Νέου Διονύσ[ο]υ Φιλ[οπά]τορος Φιλαδέλφου
ἔτου[ς ἐνν]εακαιδεκάτου, τὰ δʼ ἄλλα τῶν κοινῶ[ν] ὡς ἐν Ἀλ[εξ]ανδρείᾳ
γράφετ[αι, μ]ηνὸς Περιτίου καὶ Χοίαχ ἐν Ὀξυρύγχων πόλει
τῆ[ς Θη]βαΐδος. ὁμολογοῦσιν Πασίων καὶ Πτολεμαῖος καὶ
5Ἀπ[ο]λλ[ώ]ν̣ι̣ος, οἱ τρεῖς Διονυσίου Μακεδόνες τῶν ἐν τοῖς κατοίκοις
ἱππεῦ[σιν,] τῶι τῆς γ̣[ε]νομένης αὐτῶ[ν] ἀδελφῆς Βερενίκης
τετε[λε]υ[τ]ηκυίας υἱῶι Μοσχίωνι   ̣[  ̣  ̣  ̣]  ̣[  ̣  ̣]ο̣ς Μακε-
δόν[ι τῶν κα]τοίκων ἱππέων, πάντες ἀγυιᾶς Κλεοπάτρας
Ἀφροδί[τ]ης, μηθὲν ἐγκαλεῖν αὐτοὺς μηδʼ ἄλλον ὑπὲρ αὐτῶν
10μηδʼ ἐγκαλέσειν μηδʼ ἐπελεύσεσθαι τῶι Μοσχίωνι μηδὲ τοῖς
παρʼ αὐ[το]ῦ περὶ οὗ ἔθετο ὁ Μοσχίων τῆι τῶν ὁμολογούντων
μητρὶ αὐτοῦ δὲ Μοσχίωνος κατὰ μητέρα μάμμηι Ἀρσινόηι
Π̣[τολ]ε̣μ̣α̣ί̣ου καὶ ταύτης μετηλλαχυίας τὸν βίον
δ[α]νείου ἐντόκου ἀργυρικοῦ κεφαλαίου ἄλλως χρηματί-
15σθ̣[έντος] κατὰ συγγραφὴν διὰ τοῦ ἐν τῆι προειρημένηι πόλει
μνημονείου ἐν τοῖς ἔμπροσθεν χρόνοις, μηδὲ περὶ ἄλλου
μηδενὸς ἁπλῶς τῶν κατὰ τὴν δηλουμένην τοῦ δανείου
συγγραφήν, ἕνεκα τοῦ τὸν Μοσχίωνα διά τινας αἰτίας τὸν
καιν̣ο̣χ̣ωρισμὸν τῆς προειρημένης ἀργ[υ]ρικῆς συναλλάξεως
20εἰς τὴν̣ Ἀρσινόην ἐν πίσ̣[τει] διὰ τὴν προγεγραμμένην
ἰδιότη[τ]α πεποιῆσθαι. [ἐ]ὰ̣ν δέ τις̣ ἡ̣μ̣ῶ̣ν̣ παρὰ τὰ προγε-
γραμ[μ]ένα παρασυγγραφ[ῇ] ἢ ἐπέλθ̣ῃ̣ τ̣[ῶι] Μοσχίωνι, χωρὶς
τοῦ τὴν ἔφοδον ἄκυρο[ν] εἶναι καὶ π[ρο]σαποτεισάτω
ὁ ἐπ[ελ]θὼν ἢ ὁ ὑπὲ[ρ αὐτ]οῦ ἐπελευσ[όμ]εν[ο]ς̣ Μοσχίωνι
25ἢ [ὧ]ι̣ ἐ̣[ὰ]ν̣ ἐπέλθῃ τῶ[ν π]αρʼ αὐτοῦ ἐπί[τιμ]ον ἀργυρίου
δραχμὰς πε[ντ]ακοσί[ας] καὶ εἰς τὸ βασιλικ[ὸ]ν τὰς ἴσας, καὶ μηθὲν
ἧττον. ἐπ[ὶ δ]ὲ πᾶσ[ι τ]οῖς προγεγραμμένοις συν-
ευδοκοῦσ̣ι̣ν̣ [οἱ τ]ῶν ὁμ[ολο]γούντων μ̣[άρτυ]ρ̣ες, τοῦ μὲν
[Πασίωνος Διον]ύσιος̣   ̣[⁦ -ca.?- ⁩]
30[- ca.13 -]λ̣οδ[⁦ -ca.?- ⁩]
[- ca.13 -]τ̣  ̣  ̣[⁦ -ca.?- ⁩]
-- -- -- -- -- -- -- -- -- --
v
ἔτους ιθ Χοίαχ, [ὁμολο]γ̣ί̣α̣
Πασίωνος καὶ τῶν ἀδελφῶν
π̣[ρὸς] Μοσχίωνα.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.