DDbDP transcription: p.oxy.1.38 [xml]
AD 49-50 Oxyrhynchus
[Reprinted from: chr.mitt.58] M.Chr. 58
Γναίωι Οὐεργελίωι(*) Καπίτωνι(*),
παρὰ Τρύφωνος τοῦ(*) Διονυσίου τῶν ἀπʼ Ὀξυρύγ-
χων πόλεως. Σῦρος Σύρου ἐνεχείρισεν
τῇ γυναικί μου Σαραεῦτι Ἀπίωνος τῶι ζ (ἔτει)
5Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος διʼ ἐνγύου(*) ἐμοῦ ὃ ἀνείρηται(*) ἀπὸ
κοπρίας ἀρσενικὸν σωμάτιον, ᾧ ὄνομα Ἡρακλᾶς,
ὥστε τροφ[εῦσα]ι. τοῦ(*) [οὖ]ν σωματίο[υ τε]τελευτηκό-
τος, καὶ τοῦ Σύρ[ου] ἐπικεχειρηκότος ἀποσπάσαι
10εἰς δουλαγωγία[ν] τὸν ἀφήλικά μου υἱὸν Ἀπίωνα,
{καθὰ} π̣[α]ρῆλθον ἐπὶ τοῦ γενομένου τοῦ νομοῦ
στρατηγοῦ Πασίωνος, ὑφʼ οὗ καὶ ἀποκατεστάθη μοι
ὁ υἱὸς Ἀπίων ἀκολούθως τοῖς ὑπὸ σοῦ τοῦ εὐερ-
γέτου προστεταγμένοις καὶ τοῖς γεγονόσι, ὑπὸ τοῦ
15Πασίωνος ὑπομνηματισμοῖς. τοῦ δὲ Σύρου
μὴ βουλομένου ἐνμεῖναι τοῖς κεκριμένοις
ἀλλὰ καὶ καταργοῦντός με χειρότεχνον ὄντα,
ἐπὶ σὲ τὸ(ν) π̣ά̣ν̣τ̣ων(*) σωτῆρα τῶν δικαίων τυ-
χεῖν. εὐτύχ(ει).

Apparatus
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.