Papyri.info

sign in

p.oxy.2.270 = HGV P.Oxy. 2 270 = Trismegistos 20541 = chr.mitt.236



DDbDP transcription: p.oxy.2.270 [xml]

AD 94 Oxyrhynchus
[Reprinted from: chr.mitt.236] MChr236

ἔτους τρισκαιδεκάτου(*) Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ, Μεχεὶρ ⁦ vac. ? ⁩ , ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος.
ὁμολογεῖ Λουκία ἡ καὶ Θαισᾶς Λουκίου(*) μητρὸς Σινθώνιος τῆς Θέωνος Περ-
σείνη(*) μετὰ κυρίου τοῦ ἐξανεψίου Ἡρᾶτος τοῦ Ἡρακλείδου τοῦ Ἡρακλείδου
5μητρὸς Πλουτάρχης Σαραπίωνος Σαραπίωνι τῷ καὶ Κλάρῳ {Σαραπίωνι}
{τῷ καὶ Κλάρῳ} Σαραπίωνος τοῦ Ἡρακλείδου μητρὸς Κλάρας τῆς
Ναρκίσσου, πάντες τῶν ἀπὸ Ὀξυρύγχων πόλεως, ἐν ἀγυιᾷ, ἀπαρε-
νόχλητον καὶ ἀνείσπρακτον παρέξασθαι(*) τὸν Σαραπίωνα τὸν καὶ
Κλάρον καὶ τοὺς παρʼ αὐτοῦ κατὰ πάντα τρόπον ὑπὲρ ἧς πεποίηται
10ὁ αὐτὸς Σαραπίων ὁ καὶ Κλάρος ἐγγύης Ἡρακλείδῃ Ἀπολλωνίου
τοῦ Χαιρήμονος μητρὸς Ἡραίδος Διδύμου ἀπὸ τῆς αὐτῆς πόλεως
καθʼ ὁμολογίαν διὰ τοῦ αὐτοῦ μνημονείου τῷ ἐνεστῶτι μηνὶ Με-
χείρ, ὧν ἡ ὁμολογοῦσα δεδάνεισται παρʼ αὐτοῦ κατὰ δανείου συν-
γραφὴν διὰ τοῦ αὐτοῦ μνημονείου τῷ αὐτῷ μηνὶ Μεχεὶρ ἀργυρίου
15δραχμῶν τρισχιλίων πεντακοσίων κεφαλαίου τόκου δραχμιαίου
ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ αὐτοῦ μηνὸς ἐπὶ ὑποθήκῃ ταῖς
σημανθείσαις αὐτῆς περὶ Σερῦφιν ἐκ τοῦ Δημητρίου Μιλησίου κλή-
ρου κατοικικῆς καὶ ὠνημένης ἀρούραις(*) τρισὶ ἡμίσει , καὶ ἐκ τοῦ αὐτοῦ
κλήρου ἀπὸ κατοικικῆς καὶ ὠνημένης ἀρουρῶν δέκα δύο μεθʼ ἃς
20ὑπέθετο Τααφύγχει Θωνίωνος ἀρούρας ἑπτὰ ταῖς λοιπαῖς ἀρούραις
πέντε , καὶ ἐκ τοῦ Καλλίου τρίτῳ μέρει κατοικικῆς καὶ ὠνημένης
ἀρουρῶν ὀκτώ , ὃ ἔστιν ἄρουραι δύο δίμοιρον , καὶ περὶ Σύρων
κώμην ἐκ τοῦ Ἡρακλείδου σὺν τῷ Ἀλεξάνδρου κατοικικῆς ἀρού-
ραις ἓξ ἡμίσει τετάρτῳ , καὶ ἐκ τοῦ Ἀλεξάνδρου καὶ ἄλλων κα-
25τοικικῆς καὶ ὠνημένης
25aἀρούραις ἓξ ἡμισει(*) ταῖς ἐπὶ τὸ αὐτὸ κατοι-
25bκικῆς καὶ ὠνημένης
25εἰς(*) κατοικίαν ἀρούραις εἴκοσι τέσσαρσι τρί-
τῳ δωδεκάτῳ , εἰς προθεσμίαν τριακάδα Τῦβι τοῦ πεντεκαι-
δεκάτου ἔτους Αὐτοκράτορος(*) Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ. ἐὰν δὲ τῆς προθεσμίας ἐνστάσης μὴ ἀποδῷ ἡ ὁ-
μολογοῦσα τῷ Ἡρακλείδῃ τὸ κεφά[λ]αιον καὶ τοὺς τόκους, ἀπαι-
30τηθῇ δὲ ὑπὲρ αὐτῆ[ς ὁ Σαρ]απίων ὁ καὶ Κλάρος, κυριε[ύ]ειν αὐ-
τὸν Σαραπίων[α] τὸν [καὶ Κ]λάρον τῶν προκειμένω[ν] ἀρουρῶν
εἴκοσι τεσ\σ/άρω[ν τρίτου δ]ωδεκάτου εἰς τὸν ἅπαντα χ[ρ]όν[ον ὡ-]
ς ἂν πράσεως [αὐτῷ γενο]μένης καὶ [ἀ]ποφέρεσθαι(*) τὰ ἐξ αὐτῶν
καὶ ἑτέροις αὐ[τὰς πωλ]εῖν καὶ χρᾶσ[θαι ὡς] ἐὰν αἱρῆται, μηδε-
35μιᾶς τῇ ὁμολογούσῃ ἢ ταῖς [παρʼ αὐτῆς ἐ]φ[όδ]ου κ[α]ταλειπο-
μένης ἐπὶ τὸν Σαραπίωνα τὸν καὶ Κλάρον μηδὲ ἐ[πὶ] τοὺς πα-
ρʼ αὐτοῦ μηδὲ ἐπὶ τὰς προκειμένας ἀρούρας μηδὲ ἐπὶ μέρος
μηδὲ ἐπὶ τὰ ἐξ αὐτῶν κατὰ μηδένα τρόπον, ἐπάν[α]νκον
δʼ αὐτὴν παρέξασθαι(*) αὐτῷ καὶ τοῖς παρʼ αὐτοῦ ταύτας διὰ παν-
40τὸς μὲν βεβαίας ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰς
ἀπὸ δημοσίων καὶ τελεσμάτων πάντων τῶν ἕως τῆς προθεσ-
μίας καὶ αὐτῆς τῆς προθεσμίας. ἐὰν δέ τι τούτων ἡ ὁμολογοῦσα
παρασυνγραφῇ, ἄκυρον [ἔ]στω καὶ προσαποτισάτω(*) τῷ [Σ]αραπίω-
νι τῷ καὶ Κλάρῳ ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ὃ ἐὰν παρα[σ]υνγραφῇ εἶδος
45τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ(*) εἰς τὸ δημό-
σιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω,
τῆς πράξεως γινομένης τῷ Σαραπίωνι τῷ καὶ Κλάρῳ ἔκ τε τῆς
ὁμολογούσης καὶ ἐκ τῶν προκιμένων ἀρουρῶν καὶ ἐκ
48/49\(hand 2) τῶν ἄλλων ὑπαρχ(όν)/-
των (hand 1) αὐτῇ πάντων. κυρία ἡ ὁμολογία.
——
50

Apparatus


^ 1. l. τρεισκαιδεκάτου
^ 3. corr. ex λοικιου
^ 3-4. l. Περ |σίνη
^ 8. l. παρέξεσθαι
^ 18. corr. ex αραυραισ
^ 25a. l. ἡμισεί<ᾳ>
^ 25. corr. ex αισ
^ 27. corr. ex αυτοκαατοροσ
^ 33. corr. ex [α]ποφερεσθα
^ 39. l. παρέξεσθαι
^ 43. l. προσαποτεισάτω
^ 45. corr. ex εαι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.