Papyri.info

sign in

p.oxy.3.491 = HGV P.Oxy. 3 491 = Trismegistos 20627 = chr.mitt.304



DDbDP transcription: p.oxy.3.491 [xml]

AD126 Oxyrhynchus
[Reprinted from: chr.mitt.304] MChr304

ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων ε, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ.
τάδε διέθετο νοῶν καὶ φρονῶν Εὐδαίμων Θωνασύχιος(*) τοῦ Θώνιος μητρὸς Θαήσιος ἀπὸ Ὀξυρύγχω[ν πό]λεως παστοφόρος Θοήριδος θεᾶς μεγίστης καὶ Ἴσι[δ]ος κ(αὶ) Σαράπ[ιδος](*)[ καὶ τῶν ἄλλων θε]ῶ̣ν̣ τοῦ
ἱεροῦ τοῦ ὄντος ἐν κώμῃ Μουχινώρ, ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν μ[ε] τὴν τῶν ἰδίων ἐξου[σί]αν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τ[ὴν διαθήκην] ταύτην
ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δʼ ἐπὶ τῇδε τῇ διαθήκῃ τελευτήσω κληρονόμους ἀπολείπ[ω τ]οὺς υἱούς μου Θῶνιν καὶ Ὧρον καὶ Εὐδαίμονα τοὺς τρεῖς μητρὸς Τ̣α̣  ̣  ̣[  ̣  ̣  ̣ Ἁρπαήσιος] τ̣ο̣ῦ̣ καὶ
5Ὥρου ἐξ ἴσου ἕκαστον δʼ αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα, ὧν ἐὰν ἀπολίπω οἰκοπέδων καὶ ἐδαφῶν καὶ δουλικῶν σωμάτων, μόνον δὲ τὸν Θῶνιν ὧν ἐὰν α̣ἱ̣ρ̣ῆ̣τ̣α̣ι̣   ̣  ̣  ̣  ̣[- ca.12 -]  ̣  ̣  ̣ παν-
τοίων πάντων ἐπὶ τῷ τὸν αὐτὸν Θῶνιν ἀποδοῦναι ἃ ἐὰν φανῶ ὀφείλων χρέα καὶ δοῦναι τοῖς ἀδελφοῖς α[ὐ]τοῦ Ὥρῳ καὶ Εὐδαίμονι ἐὰν μὲν ὦσι ἅμα τῇ τελευτῇ μου πεπ[λ]η̣ρ̣ω̣κ̣[ότες εἴκοσι ἔτη μετʼ] ἐνιαυ-
τὸν ἕνα τῆς τελευτῆς μου, ἐὰν δὲ μὴ ὦσι τοσούτων(*) ἐτῶν ἑκατέρῳ ὅταν(*) πληρώσῃ τὰ εἴκοσι ἔτη, δραχμὰς πεντακοσίας , ὡς εἶναι ἀμφοτέρων δραχμὰς χιλίας , οὐκ ἐξό̣ν̣τ̣ο̣ς̣ [τοῖς αὐτοῖς Ὥρῳ καὶ] Εὐδαί-
μονι οὐδʼ ᾡ̣τινιοῦν αὐτῶν τὰ ἐλευσόμενα εἰς αὐτο[ὺ]ς ἐξ ὀν[ό]ματός μου πωλεῖν οὐδʼ ὑποτίθεσθαι [οὐ]δʼ ἄλλως καταχρηματίζειν ἄχρι ἑκάτερος αὐτῶν πληρώσῃ ἔτη εἴκ[οσι πέντε . ἐὰν δὲ] τελευ-
τήσω οὐδέπω πεπληροκότων τῶν αὐτῶν Ὥρου καὶ Εὐδαίμον[ο]ς ἔτη εἴκοσι εἶναι τούτων ἑκατέρου ἄ[χρι πλ]ηρώσῃ ἔτη εἴκοσι ἐπίτροπον τόν τε ἀδελφὸν α[ὐ]τῶν Θῶν[ι]ν καὶ τὸ[ν κατὰ μητέρ]α πάπ-
10πον Ἁρπαῆσιν τὸν καὶ Ὧρ[ο]ν Θώνιος. ἐὰν δέ τινι τῶν τριῶν υἱῶν συμβῇ ἀτέκνῳ τελευτῆσαι ἔστω τὸ το[ύ]του μέρος τῶν περιόντων αὐτοῦ ἀδελφῶν ἐξ ἴσου, παρὰ δὲ ταῦτα μὴ [οὔσης μηδενὶ τῶν κα]θ̣ό̣λου
ἐξουσίας παραβαίνειν τὸν δὲ παραβησόμενον ἀποτίνειν τῷ ἐνμένοντι τό τε βλάβος καὶ ἐπίτι[μον] ἀργυρίου δραχμὰς χιλίας καὶ ε[ἰ]ς τὸ δ̣η̣μ̣[όσιον τὰ]ς̣ ἴ̣σ̣α̣ς̣, καὶ μηδὲν ῆ̣̣̔[σον κύρια μένειν τ]ὰ
προκείμενα. ἡ διαθήκη κυρία. (hand 2) Εὐδαίμων Θωνασύχιος πεποίημαι τὴν [δια]θήκην κ[αὶ] κα[ταλεί]πω μ̣[ετὰ τὴν τελευτὴν κληρονόμους τοὺς]
——
υἱούς μου Θῶνιν καὶ Ὧρον καὶ Εὐδαίμονα ἐξ ἴσου ὧν ἐὰν ἀπολί[πω] οἰκοπέδων καὶ ἐ[δα]φῶν κ[αὶ δούλ]ω̣ν̣ [σ]ω̣μ̣ά̣τ̣ω̣ν̣ [μό]ν̣[ον δὲ τὸ]ν̣ Θ̣[ῶ]ν[ιν]
τῶν λοιπῶν μου πάντων ἐπὶ τῷ αὐτὸν ἀποδοῦναι <ἃ> ἂν ὀφείλω καὶ δοῦν[α]ι τῷ Ὥρῳ καὶ Εὐδαίμονει(*) [ἑ]κ̣α̣τ̣έ̣ρ̣ῳ̣ ἐπὰν ῶ̣̣̓σ̣ ἐ̣[τῶνκδραχμὰ]ς̣ [π]εν-
15τακοσίας , οὐκ ἐξόντος τῷ Ὥρῳ καὶ Εὐδαίμονει(*) ἃ ἐμέρισα αὐτοῖς πωλεῖν οὐδὲ ὑποτίθεσθαι ἄχ̣ρ̣ι̣ ἑ̣κ̣ά̣τ̣ερ̣[ος πληρώσῃ ἔτη εἴκοσι]
πέντε , μέχρι δὲ τότε εἶναι αὐτῶν ἐπίτροπον τὸν Θῶνιν κα[ὶ τὸ]ν κατὰ μητέρα πάππον Ἁρπαῆσιν τὸν κ[αὶ Ὧρον]. ἐ̣ὰ̣ν̣ δ̣έ̣ τ̣ι̣[ς]
τῶν τριῶν τελευτήσῃ ἔστω τὸ μέρος αὐτοῦ τῶν ἀδελφῶν αὐτ[οῦ ἐ]ξ ἴσου(*) ὡς πρόκιται. εἰμὶ (ἐτῶν) ξα̣ [οὐ]λὴ πήχι(*) δ̣ε̣[ξιῷ καὶ] ἔσ[τ]ιν
μου ἡ σφραγ[ὶς] Ἀθηνᾶς. (hand 3) Κῦρος Κύρου τοῦ Διδύμου ἀπὸ τῆς αὐτῆς [πό]λεως [μα]ρτυρῶ τῇ τοῦ Εὐδαίμονο[ς διαθήκ]ῃ καὶ [εἰμὶ (ἐτῶν)   ̣  ̣ οὐλὴ   ̣  ̣  ̣  ̣]
δ̣ε̣[ξιῷ κα]ὶ [ἔστ]ιν μου ἡ σφραγὶς Τύχης κυβερν̣ώσ̣ης(*). (hand 4) Θέων Ζωίλου τοῦ Θέωνο[ς] ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τ[ῇ τοῦ Εὐ]δα[ίμονος διαθήκῃ καὶ]
20εἰμὶ ἐτῶν τριάκοντα ἐννέα οὐλὴ ποδὶ δεξιῷ καὶ ἔστι μου ἡ σφραγὶς Σειληνοῦ(*). (hand 5) Πεμν̣ᾶς Βησᾶτος το[ῦ   ̣  ̣  ̣  ̣  ̣]  ̣[  ̣  ̣  ̣ ἀπὸ τῆς αὐτῆς πό-]
λεως [μαρτυ]ρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν τριάκοντα ὀ̣κτὼ οὐλὴ μήλῳ δεξ[ι]ῷ [καὶ ἔστιν μου ἡ σφραγὶς   ̣  ̣  ̣]
  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣] (hand 6)   ̣[  ̣  ̣]  ̣  ̣ος Θ̣ομπειδίσιος τοῦ Κομοάπιος μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος δ[ιαθήκῃ καὶ εἰμὶ (ἐτῶν)   ̣  ̣]
[οὐλὴ ἀ]στραγάλῳ ἀριστερῷ καὶ ἔστιν ἡ σφραγὶς Σαράπιδος. (hand 7) Θῶνις Παμμ̣[- ca.18 -]
[μαρτυ]ρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ (ἐτῶν) [  ̣]  ̣ ο[ὐ]λὴ μήλῳ ξειῷ(*) καὶ ἔσ[τιν μου ἡ σφραγὶς   ̣  ̣  ̣  ̣  ̣]
25(hand 8) [- ca.12 -] τοῦ Ὥρου μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ (ἐτῶν) λ̣ϛ̣ οὐ(λὴ) ῥινὶ μέσῃ [καὶ ἔστιν μο]υ ἡ σφραγὶς Ἀθηνᾶς.
[(hand 9) -ca.?- ] μνημονείο(υ) Ὀξυρ(ύγχων) πόλ(εως).
[(ἔτους) ι Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστο]ῦ Κ̣α̣ι̣σ̣α̣ρ̣ε̣ί̣ο̣υ̣ ἐπαγο(μένων) ε.
[διαθήκη Εὐδαίμονος Θωνασύχιος τοῦ Θώνιος μητρὸς Θα]ήσιος ἀπὸ Ὀξ[υρ(ύγχων) πό]λ(εως).

Apparatus


^ 2. corr. ex θωνασ  ̣χιος
^ 2. BL 1.323 :   ̣σ̣  ̣ρ  ̣  ̣  ̣[  ̣  ̣  ̣] prev. ed.
^ 7. corr. ex τοτουτων
^ 7. corr. ex   ̣ταν
^ 14. l. Εὐδαίμονι
^ 15. l. Εὐδαίμονι
^ 17. corr. ex \ι/  ̣ου
^ 17. l. πήχει
^ 19. κυ̣β̣ερ̣ε̣ωτης prev. ed.
^ 20. l. Σιληνοῦ
^ 24. l. <δε>ξιῷ, corr. ex   ̣ειω

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.