Papyri.info

sign in

p.oxy.3.494 = HGV P.Oxy. 3 494 = Trismegistos 20630 = chr.mitt.305



DDbDP transcription: p.oxy.3.494 [xml]

AD156 Oxyrhynchus
[Reprinted from: chr.mitt.305] MChr305

ἀντίγραφον. ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίο[υ] Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς
μηνὸς Γερμανικείου λ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαί(*)δος, ἀγαθῇ τύχῃ. τάδε διεθέμην νοῶν καὶ φρονῶν
Ἀκουσίλαος Δείου τοῦ Διονυσίου τοῦ καὶ Ἀκουσιλάου μητρὸς Διονυσίας Θέωνος ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυι(*)ᾷ. ἐφʼ ὃν μὲν πε-
ρίειμι χρόνον ἔχειν με τὴν τῶν ἰ(*)δίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τὴν δια-
5θήκην ταύτην, ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑ(*)πάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω ἐλεύθερα ἀφίημι ὑ(*)πὸ
Δία Γῆν Ἥλιον κατʼ εὔνοιαν καὶ φιλοστοργίαν δοῦλά μου σώματα Ψεναμοῦνιν τὸν καὶ Ἀμμώνιον καὶ Ἑρμᾶν καὶ Ἀπολλω-
νοῦν τὴν καὶ Δημητρίαν καὶ θυγατέρα αὐτῆς Διογενίδα καὶ ἄλλην μου δούλην Δ̣[ι]ο̣γ̣ε̣ν̣ί̣[δ]α, καταλείπω δὲ τῇ γυναικί
μου οὔσῃ καὶ ἀνεψιᾷ Ἀρ\ι/σ\τ/οῦτι τῇ καὶ Ἀπολλωναρίῳ Ἡρακλείδου τοῦ Διονυσίου τοῦ καὶ Ἀκουσιλάου μητρὸς Ἡραί(*)δος Ἀ-
λεξάνδρου εὐνοούσῃ μοι καὶ πᾶσαν πίστιν μοι ἐνδεικνυμένῃ ἃ ἐὰν ἀπολίπω ἔπιπλα καὶ σκεύη καὶ χρυσία καὶ ἱ(*)μάτια
10καὶ κόσμα καὶ πυρὸν καὶ ὄσπρεα καὶ γενήματα καὶ ἐνδομενείαν πᾶσαν καὶ ὀφειλήματα ἔνγραφα καὶ ἄγραφα,
κληρονόμον δὲ ἀπολείπω τὸν γεγονότα μοι ἐκ τῆς προγεγραμμένης μου γυν[α]ικὸς Ἀριστοῦτος τῆς καὶ Ἀπολ[λω-]
ναρίου υ(*)ἱὸν Δεῖον ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα, ὧν ἐὰν ἀπολίπω ὑ(*)παρχόντων καὶ ἑτέρων δούλων σ[ωμ]ά-
των καὶ τῶν ἀπὸ τοῦ νῦν ἐσομένων ἐκ τῶν προγεγραμμένων θηλειῶν δούλων ἐκγόνων, ὧν παν-
των τὴν χρῆσιν καὶ προσόδους πάσας μετὰ τὰ δημόσια ἕξει ἡ αὐτὴ γυνή μου Ἀριστοῦς ἡ καὶ Ἀπολλω-
15νάριον ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον καὶ τὴν δουλείαν καὶ ἀποφορὰς τῶν μετὰ ⟦  ̣  ̣  ̣⟧ τελευτὴν μο[υ]
ἐλευθερουμένων δούλων σωμάτων. ἡ δʼ αὐτὴ γυνή μου χορηγήσει τῷ υ(*)ἱῷ μου Δείῳ εἰς δ̣[ι]α̣[τρο-]
φὴν αὐτοῦ καὶ τὴν ἄλλην δαπάνην κατὰ μῆν[α] ἐν Ὀξυρύγχων πόλει πυροῦ μέτρῳ ἐξωδιασ̣τ̣ι̣κ̣ῷ̣(*)   ̣  ̣  ̣  ̣
ἀρτάβας δύο καὶ δραχμὰς ἑξήκοντα καὶ ὑ(*)πὲρ ἱ(*)ματισμοῦ κατʼ ἔτος δραχμὰς διακοσίας , τῇ δʼ αὐτῇ
γυναικὶ Ἀριστοῦτι τῇ καὶ Ἀπολλωναρίῳ ἐξέστω διʼ αὐτῆς πωλεῖν καὶ ὑ(*)ποτίθεσθαι ἃ ἐὰν αἱρῆται
20ἀφʼ ὧν ἐὰν ἀπολίπω τῷ υ(*)ἱῷ μου Δείῳ ὑ(*)παρχόν[τω]ν καὶ σωμάτων καὶ καταχρᾶσθαι εἰς τὸ
(*)διον χρ̣[έ]ο̣ς(*) τοῖς ἐμπεσουμένοις ἤτοι ἐκ πράσεως καὶ ἐξ ὑ(*)ποθήκης ἀργυρίοις. ἡ δʼ αὐτὴ γυ-
νή μου Ἀρι[σ]τοῦς ἡ καὶ Ἀπολλωνάριον ἀποδώσει πάντα ἃ ἐὰν φανῶ ὀφείλων, δώσει δὲ ἡ
γυνή μου καὶ μετὰ τελευτὴν αὐτῆς ὁ υ(*)ἱός μου Δεῖος τοῖς δούλοις μου καὶ ἀπελευθέρ[οι]ς εἰς
εὐωχίαν αὐτῶν ἣν ποιήσονται πλησίον τοῦ τάφου μου κατʼ ἔτος τῇ γενεθλίᾳ μου ἐφʼ ᾧ δι-
25έπειν̣ ἀργυρίου δραχμὰς ἑκατόν . ὅσα δʼ ἂν ὑ(*)πὸ τὸ ἐκδόσιμον τῆς διαθήκης γράψω ἤτοι ἀφαιρού-
μενός τι ἢ προσδιατάσσων ἢ ἑτέροις χαριζόμενος ἢ καὶ ἄλλο τι βουλόμενος καὶ αὐτὰ ἔστω κύρια
ὡς δʼ ε̣ἶν[α]ι̣ τῇ διαθήκῃ ἐ̣ν̣γεγραμμένα, π̣α̣ρὰ δὲ ταῦτα μὴ οὔσης μηδενὶ τῷ καθόλου ἐξου-
σίας παραβαίνει[ν, τὸν] δὲ παραβησόμενον ἐκτίνειν τῷ ἐμμένοντι τό τε βλάβος καὶ ἐπίτειμον(*)
ἀργυρίου τάλαντα δύο καὶ εἰς τὸ δημόσιον τὰ ἴσα καὶ μηδὲν [ἧ]σσον μένειν κύρια τὰ προκείμενα.
30ἡ διαθήκη κυρία. Ἀκουσίλαος Δείου ὁ προγεγραμμένος πεποίημαι τὴν διαθήκην ἧς ὅλον τὸ σῶμά
ἐστίν μου ἰ(*)δι[όγ]ραφ[ο]ν̣ ἐπὶ πᾶσι τοῖς προκειμένο[ις], καὶ εἰμὶ (ἐτῶν) μη οὐ(λὴ) ποδ(ὶ) δεξ(ιῷ) κα[ὶ] ἔστ[ι]ν μου ἡ σφραγὶς Θώνιος(*).
——
(hand 2) Δίδυμος Ὀννώφριος τοῦ καὶ Χαιρήμονος Ἡρώδου ἀπʼ Ὀξυρύγ[χω]ν πόλεως(*) εἷς τῶν
μαρτυρησάντων τῇ προκιμέ[νῃ δ]ιαθήκῃ ἐγνώρισα τὴν ἰ(*)δίαν μου σφραγῖ-
δα οὖσαν γλύμματος Ἑρμοῦ καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγῖδι. (hand 3) Ἀσκληπιάδης
35Εὐδαίμονος τοῦ Ἀσκληπιάδου απʼ Ὀξυρύγχων π[ό]λεως ἕτ[ε]ρ[ο]ς τῶν μαρτυρησάν-
των τῇ προκειμένῃ διαθήκῃ ἐγνώρισα τὴν ἰδίαν μου σφρ[αγε]ῖδα(*) οὖσαν
γλύμματος Σαράπιδο[ς] καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγεῖδι(*). (hand 4) Δίδυμος Διδύμου
τοῦ Ἐνθέσμο[υ] ἀ̣γ̣ο̣ρανόμ[ο]ς̣ τῆς Ὀξυρυγχιτῶν πόλεως ἕτερος τῶν
μαρτυρησάντων τῇ αὐτῇ διαθήκῃ ἐγνώρ[ι]σα τὴν ἰδίαν μου σσφραγῖδα(*)
40οὖσαν γλύμματος Ἀπόλλωνος(*) καὶ ἐσφράγισα(*) τῇ αὐτῇ σφραγῖδι. (hand 5) Ἀσκλη-
πιάδης Ἀσκληπ[ι]άδου τοῦ Παυσιρ[ί]ωνος ἀπὸ τῆς αὐτῆς πόλεως ἕτερος τῶν
[μαρτυρησάντω]ν τῇ αὐτῇ διαθήκῃ ἐγνώρισα τὴν ἰδίαν μ[ο]υ σφ[ρ]αγεῖδα(*)
[οὖσαν γλύμμα]τος Ἡρακλέους καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγιδα(*).
(hand 6) [παρ]ετέθη(*) ϛ (ἔτους) Ἁθύρ.

Apparatus


^ 2. θηβαϊδοσ, papyrus
^ 3. αγυϊα. papyrus
^ 4. ϊδιων papyrus
^ 5. ϋπαρχειν. papyrus
^ 5. ϋπο papyrus
^ 8. ηραϊδοσ papyrus
^ 9. ϊματια papyrus
^ 12. ϋιον papyrus
^ 12. ϋπαρχοντων papyrus
^ 16. ϋιω papyrus
^ 17. l. ἐξοδιαστικῷ
^ 18. ϋπερ papyrus
^ 18. ϊματισμου papyrus
^ 19. ϋποτιθεσθαι papyrus
^ 20. ϋιω papyrus
^ 20. ϋπαρχον[τω]ν papyrus
^ 21. ϊδιον papyrus
^ 21. BL 1.323 : χ  ̣[  ̣]  ̣ς̣ prev. ed.
^ 21. ϋποθηκησ papyrus
^ 23. ϋιοσ papyrus
^ 25. ϋπο papyrus
^ 28. l. ἐπίτιμον
^ 31. ϊδι[ογ]ραφ[ο]ν̣ papyrus
^ 31. corr. ex θωνιως
^ 32. corr. ex πο  ̣εως
^ 33. ϊδιαν papyrus
^ 36. l. σφραγῖδα
^ 37. l. σφραγῖδι
^ 39. l. σφραγῖδα
^ 40. corr. ex α  ̣ολλωνος
^ 40. corr. ex εσφραγι  ̣α
^ 42. l. σφραγῖδα
^ 43. l. σφραγῖδι
^ 44. [προ(?)]ετέθη(?) prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.