DDbDP transcription: p.oxy.56.3853 [xml]
IIIspc Oxyrhynchus
r
Ἰσχυρίων Κορνηλίῳ τῷ πατρὶ χαίρειν.
ἐκομισάμην σου τὰ γράμματα διὰ Σερήνου. ἔμαθον
δὲ περὶ τῆς μητρός μου. π̣ε̣ι̣ρ̣ῶ δὲ καὶ σὺ γράφειν μο̣ι
περὶ τῆς ὑγίας(*) σου καὶ [τ]ῶ̣ν ἡμετέρων. {ι} τὰ ἱμά-
5τια ἐὰν ἠν(*) γεγονότα μὴ̣ [δ]ι̣απέμπῃς μοι ἄχρις
ἂν δηλώσω σοι περὶ αὐ̣τ̣ῶν. ἀσπάζομαι τὸν ἀδελ-
φὸν Ὡρίωνα καὶ τὴν μητέραν(*) μου Θαῆσιν καὶ τοὺς
ἐν οἴκῳ πάντας κατʼ ὄνο(μα). ἐρρῶσθαί σε εὔχο(μαι) πάτερ.
vἐκομισάμην σου τὰ γράμματα διὰ Σερήνου. ἔμαθον
δὲ περὶ τῆς μητρός μου. π̣ε̣ι̣ρ̣ῶ δὲ καὶ σὺ γράφειν μο̣ι
περὶ τῆς ὑγίας(*) σου καὶ [τ]ῶ̣ν ἡμετέρων. {ι} τὰ ἱμά-
5τια ἐὰν ἠν(*) γεγονότα μὴ̣ [δ]ι̣απέμπῃς μοι ἄχρις
ἂν δηλώσω σοι περὶ αὐ̣τ̣ῶν. ἀσπάζομαι τὸν ἀδελ-
φὸν Ὡρίωνα καὶ τὴν μητέραν(*) μου Θαῆσιν καὶ τοὺς
ἐν οἴκῳ πάντας κατʼ ὄνο(μα). ἐρρῶσθαί σε εὔχο(μαι) πάτερ.
ἀπόδ(ος) Κορνηλίωι(*) (drawing) π(αρὰ) Ἰσχ̣υ̣ρ̣ίωνος υἱοῦ
Apparatus
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.