DDbDP transcription: p.petr.kleon.13 [xml]
III sac Gurob
[Reprinted from: .] cf. P.Petr. 3 42 H1
[Reprinted from: p.petr.2.11] P.Petr. 2 11
r
Πολυκράτης τῶι πατρὶ χαίρειν. καλῶς ποεῖς(*) εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ γνώμην ἐστίν, ἐρρώ-
μεθα δὲ καὶ ἡμεῖς. πολλάκις μὲν γέγραφά σοι παραγενέσθαι καὶ συστῆσαί με, ὅπως τῆς ἐπὶ τοῦ
παρόντος σχολῆς ἀπολυθῶ. καὶ νῦν δὲ, εἰ δυνατόν ἐστιν καὶ μηθέν σε τῶν ἔργων κωλύει,
πειράθητι ἐλθεῖν εἰς τὰ Ἀρσινοεία. ἐὰν γὰρ σὺ παραγένηι, πέπεισμαι ῥαιδίως(*) με τῶι βασιλεῖ
5συσταθήσεσθαι. γίνωσκε δέ με ἔχοντα παρὰ Φιλωνίδου (δραχμὰς) ο. ἀπὸ τούτου τὸ μὲν ἥμυσυ(*)
εἰς τὰ δέοντα ὑπελιπόμην, τὸ δὲ λοιπὸν εἰς τὸ δάνειον κατέβαλον. τοῦτο δὲ γίνεται
διὰ τὸ μὴ ἀθροῦν ἡμᾶς ἀλλὰ κατὰ μικρὸν λαμβάνειν. γράφε δʼ ἡμῖν καὶ σὺ ἵνα εἰδῶ-
μεν ἐν οἷς εἶ καὶ μὴ ἀγωνιῶμεν. ἐπιμέλου δὲ καὶ σαυτοῦ ὅπως ὑγιαίνηις(*) καὶ πρὸς ἡ-
μᾶς ἐρρωμένος ἔλθηις. εὐτύχει. v
10Κλέωνι

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.