Papyri.info

sign in

psi.1.76 = HGV PSI 1 76 = Trismegistos 20142



DDbDP transcription: psi.1.76 [xml]

AD 572/73 Oxyrhynchus

† β[ασι]λ̣[ε]ί̣α̣[ς] τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δε[σπό]του Φλ(αουίου) Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου [μεγίστου εὐεργέτου](*) [καὶ Αὐτοκράτορος καὶ Αἰλίας Σοφίας τῆς εὐσεβεστάτης ἡμῶν δ̣ε̣σ̣π̣ο̣ί̣ν̣η̣ς̣ ἔτους ⁦ -ca.?- ⁩] Π̣[α]χὼν   ̣  ̣ [ἰνδι]κ̣(τίονος) ϛ(*)
Φλ(αουία) Χριστοδότη σὺν θεῷ ἰλλουστρία θυγάτηρ τοῦ τῆς εὐκλεοῦς μνήμης Ἰωάννου γενομένου πατρικίου σοὶ Φλ(αουίῳ) Εὐσταθίῳ τῷ λαμπροτ(άτῳ) κόμ̣ε̣(τι)(*) καὶ ἀργυροπράτῃ. παρεγγυῶ περὶ τῶν ὑποτεταγμένων.
ἡ πίστης(*) τῶν συναλλαγμάτων φυλαττομένη ἐν ἐπαίνῳ τίθησιν τοὺς θεμένους καὶ ἀκραιφνῆ τὴν τῶν συνελθόντων διασώζει διάθεσιν, ὡσπεροῦν καὶ τἀναντία καταπατουμένη σαφῶς ἀπεργάζεται. μέμνηται τοίνυν ἡ ὑμετέρα μεγαλοπρ(έπεια) ὡς ἐγγράφως ἀντεφώνησεν μοι ⟦υ(*)⟧ περὶ(*) τοῦ
ἐνδοξ(οτάτου) μου ἀδελφοῦ τοῦ κυρίου Κωμήτου(*) χρυσίου λίτρας ἑξηκονταμίαν(*) μετὰ τῶν ἐπισυναγομένων αὐταῖς τόκων ἴ(*)σω(*) ῥητῆς προθεσμίας, καὶ ειδου(*) παρῆλθεν ἡ προθεσμία καὶ τὸ ἱ(*)κανὸν οὐκ ἐποίησεν τῇ ἀντιφωνήσει αὐτῆς, ὡς εὐτρεπισθῆναί(*) με λοιπὸν καταλαβεῖν
5τὴν βασιλείδα(*) τῶν πόλεων καὶ διὰ τῆς εὐτυχοῦς καὶ δικαιοπραγοῦς βασιλείας τῶν δικαίων ἐπιτυχεῖν· ἐγὼ γὰρ λοιπὸν πρὸς οὐδένα ἔχω εἰ μὴ πρὸς τὴν ὑμετέραν λαμπρ(ότητα), τὴν καὶ ὑπεισελθοῦσαν ὑπὲρ τοῦ εἰρημένου ἐνδοξοτάτου μου ἀδελφοῦ πρὸς ἐμὲ τὴν ἀντιφώνησιν
τῶν αὐτῶν ἑξηκονταμιᾶς τοῦ χρυσίου λιτρῶν πολλοῖς(*)· ὅτι γὰρ πολλοῖς χρέεσιν προσπαλαίω καὶ καθʼ ἑκάστην ὥραν ἐνοχλοῦμαι παρὰ τῶν δανιστῶν, τοῦτο πᾶσιν δῆλον καθέστηκεν, ἀλλὰ καὶ ἡ ὑπολειφθεῖσά μοι ἀκίνητος οὐσία κατὰ τὴν Ἀρκάδων, ἐξ ἧς ἔχω τὰς ἀναγκαίας μου ἀποτροφάς, μέλλει
ἐκ περιστάσεως παραδοθῆναι τοῖς δανισταῖς, ὥστε καὶ τὴν ἐντεῦθεν ζημίαν ἀφορᾶν πρὸς τὴν σὴν λαμπρ(ότητα) τὴν μὴ παρασχοῦσάν μοι τὰ ἐνοφειλόμενά μοι παρʼ αὐτῆς ἕως νῦν, ὅπως εὕρω ἐμαυτὴν ἐλευθερῶσαι ἐκ τῶν ἐμῶν δανιστῶν. εἴτε οὖν ἐκ ταύτης τῆς αἰτίας ζημία τις ἐμοὶ
προστριβῇ ἢ καὶ κινδυνεύσω περὶ τὴν ὑπολειφθεῖσάν μοι κατὰ τὴν Ὀξυρυγχιτῶν ἀκίνητον οὐσίαν, εἴτε προφάσει ξενιτείας ποιήσω δαπανήματα, ταῦτα μέλ’λω ἀπατῆσαι τὴν σὴν λαμπρότητα μὴ ἀνεχομένην ἀπραγμόνως τὸ ἱ(*)κανόν μοι περιποιῆσαι(*) ἐπὶ τῇ αὐτῆς ἀντιφωνήσει.
πρὸς γὰρ ἀναίρεσιν πάσης δικαι[ο]λογίας, καὶ ὥστε γνῶνα[ι] τὴν ὑμετέραν λαμπρότητα ὡς ἐκ τῆς παρολκῆς αὐτῆς γίνεταί μοι ὑπεύθυνος καὶ εἰς τὰ παρʼ ἐμοῦ ὡς εἰκὸς γινόμενα ἐκ σῆς ὑπερθέσεως δαπανήματα καὶ εἰς τὰ μέλ’λοντα ἐκ τῆς ἐμῆς οὑσίας λημφθῆναι παρὰ τῶν ἐμῶν δανιστῶν
10ἐκ τοῦ μὴ δύνασθαί με τὰ παρʼ ἐμοῦ ἐνοφειλόμενα δοῦναι, οἷα δὴ μὴ κομισαμένη παρὰ τῆς ὑμετέρας λαμπρότητος τὰ ἀντιφωνηθέντα μοι παρʼ αὐτῆς ὑπὲρ τοῦ ἐνδοξοτάτου μου ἀδελφοῦ· τῇ οὖν παρούσῃ διαμαρτυρίᾳ ἐχρησάμην πρὸς αὐτὴν πεμφθείσῃ
αὐτῇ διὰ ⟦τ̣ο̣ῦ̣ λογ⟧(*) ⁦ vac. ? ⁩ τοῦ λογιωτάτου ἐκδίκου τῆς Ἀλεξανδρέων, μεθʼ ὑπογραφῆς ἐμῆς καὶ τῆς αὐτοῦ λογιότητος, ἧς τὸ ἶσον ἔσχον παρʼ ἐμαυτῇ πρὸς οἰκείαν ἀσφάλειαν μεθʼ ὑποσημιώσεως τοῦ εἰρημένου λογιωτάτου ἐκδίκου. ἐνορκῶ δὲ
πρὸς(*) τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τῆς νίκης καὶ διαμονῆς τῶν καλλινίκων(*) ἡμῶν δεσποτῶν Φλ(αουίου) Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου μεγίστου εὐεργέτου καὶ αὐτοκράτορος καὶ Αἰλίας Σοφίας τῆς εὐσεβεστάτης ἡμῶν δεσποίνης μὴ ἀποστῆναι
τῆς Ἀλεξανδρέων, εἰ μὴ πρῶτον τὸ ἱ(*)κανόν μοι ποιήσῃ τοῦ ἀντιφωνηθέντος μοι παρʼ αὐτῆς ὡς εἴρηται χρυσίου(*)

Apparatus


^ 1. prev. ed.
^ 1. BL 8.392 : [- ca.15 -] prev. ed.
^ 2. BL 7.232 : κωμ(ήτῃ) prev. ed.
^ 3. l. πίστις
^ 3. BL 7.232 : ὑ(ϋ)πὲρ prev. ed.
^ 4. κωμήτου prev. ed.
^ 4. or ἑξηκονταμίαν χρυσίου λίτρας
^ 4. l. εἴσω : ϊσω papyrus
^ 4. or ἴ(ϊ)δου, l. ἰδοῦ
^ 4. ϊκανον papyrus
^ 4. or ευτρεπεισθηναι
^ 5. l. βασιλίδα
^ 6. or χρυσίου λιτρῶν μετὰ καὶ ἐπισυναγομένων αὐταις τόκων
^ 8. μελ’λω papyrus
^ 8. ϊκανον papyrus
^ 8. or ποιῆσαι
^ 9. μελ’λοντα papyrus
^ 11. BL 7.232 : [⁦ -ca.?- ⁩] prev. ed.
^ 12. or ἐνορκῶ δὲ τὴν ὑμετέραν μεγαλοπρέπειαν πρὸς
^ 12. or τῶν ἀηττήτων καὶ εὐσεβεστάτων
^ 13. ϊκανον papyrus
^ 13. or ἄχρις ὅταν τὸ ἱκανόν μοι περιποιήσῃ τοῦ εἰρημένου ἀντιφωνηθέντος μοι παρʼ αὐτῆς χρυσίου ὑπὲρ τοῦ ἐνδοξο(τάτου) μ[ου ἀδελφοῦ]

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.