Papyri.info

sign in

psi.5.502 = HGV PSI 5 502 = Trismegistos 2443



DDbDP transcription: psi.5.502 [xml]

257/256 BC Philadelphia

r
Πανακέστωρ Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς λοιποῖς κατὰ λόγον ἀπαλλάσσεις, εἴη ἂν
ὡς ἡμεῖς θέλομεν· ἐρρώμεθα δὲ καὶ αὐτοί. καλῶς ἂν ποιοῖς μνημονεύων ἡμῶν. καὶ ὡς ἄν
ποτε εὐκαίρως ὑπολαμβάνηις Ἀπολλώνιον ὑπομνῆσαι ὑπὲρ ὧν σοι καὶ ἐμ(*) Μέμφει τὰ ὑπο-
μνήματα ἔδωκα, καὶ ἔφης αὐτῶι σοι ἐπιμελὲς ἔσεσθαι. δ̣[ιὸ ο]ὖν(*), σπούδασον μνησθῆναι αὐτῶι
5ἵνα τὰ προστάγματα λάβηι παρὰ τοῦ βασιλέως καθ̣[άπ]ερ ὡ̣μ̣ο̣λόγησεν ἡμῖν· οἶδα γὰρ ὅτι σοῦ
βουλομένου ἔσται ἡμῖν πάντα. ὑπογέγραφα δέ [σ]οι καὶ τῆς ἐλθούσης μοι παρʼ Ἀπολλωνίου \ἐπιστολῆς/ τὸ ἀν-
τίγραφον, ὡσαύτως δὲ καὶ ὧν(*) ἀπέσταλκα αὐτῶι. ἔρρωσο. (ἔτους) κθ, Παχὼνς ιε.
——
Ἀπολλώνιος. κατεπλησσόμην τὴν ὀλιγωρίαν σου ἐπὶ τῶι μηθὲν γεγραφέναι μήτε περὶ τῆς
συντιμήσεως μήτε περὶ τῆς συναγωγῆς τοῦ σίτου. ἔτι οὖν καὶ νῦν γράψον ἡμῖν ἐν οἷς ἕκαστά
10ἐστιν. (ἔτους) κθ, Ἀρτεμισι(*) κγ Φαρμουθ(*) λ.
——
Ἀπολλωνίωι. ἐκομισάμην τὴν παρου(*) σου ἐπιστολὴν τοῦ Παχὼνς ιδ παρὰ Ζωίλου, ἐν ἧι γράφεις
θαυμάζων ὅτι οὐθέν σοι ἀπέσταλκα περὶ τῆς συντιμήσεως κ̣α̣ὶ τῆς συναγωγῆς τοῦ σπόρου. ἡμῖν δὲ
συνέβη παραγενέσθαι εἰς Φιλαδέλφειαν τοῦ Φαμενὼθ ιϛ καὶ̣ [ε]ὐ̣θὺ γράψαι Ζωίλωι καὶ Ζωπυρίωνι
καὶ τοῖς βασιλικοῖς γραμματεῦσιν παραγενέσθαι πρὸς ἡμᾶς, ἵ̣να τὰ ὑπὸ σοῦ συντεταγμένα οἰκονο-
15μήσωμεν. Ζωίλος μὲν οὖν ἐτύγχανεν συμπεριοδεύων Τελέστηι· διὸ ἄσχολος ἦν· οἱ δὲ βασιλικοὶ γραμματεῖς
καὶ ὁ παρὰ Ζωπυρίωνος Παυ̣ῆ̣ς παρεγένοντο π̣ρὸς ἡμᾶς μεθʼ ἡμέρας ιβ. συναντησάντων δʼ αὐτῶν ἐπελθόντες
τὴγ(*) γῆν μετροῦμεν(*) κατὰ γεωργὸν καὶ κατὰ φύλλον ἡμέρας ε. τοῦτο δὲ συντελέσαντες μεταπεμψά-
μενοι τοὺς γεωργοὺς τά τε παρὰ σοῦ φιλάνθρωπα αὐτοῖς ἀπηγγέλλομεν καὶ τὰ λοιπὰ παρακαλέσαντες
ἠξιοῦμεν αὐτοὺς συντιμήσασθαι καθὰ ἡμῖν ἐν τῶι ὑπομνήματι ἔδωκας, ἢ συνελθόντας μεθʼ ἡμῶν
20ἐντυπὴν ποιησαμένους σύμβολα ποιήσασθαι. οἱ δʼ ἐπ[ὶ] μὲν τοῦ παρόντος ἔφασαν βουλευσάμενοι
ἀποφανεῖσθαι ἡμῖν, μετὰ δʼ ἡμέρας δ καθίσαντες εἰς τὸ ἱερὸν οὐκ ἔφασαν οὔτε δικαίως οὔτʼ ἀδίκως
συντιμήσεσθαι, ἀλλʼ ἔφασαν ἐκχωρήσειν τοῦ σπόρου· ὁμολογίαν γὰρ εἶναι πρός σε αὐτοῖς ἐκ τοῦ γενήματος
ἀποδώσειν τὸ τρίτον. ἐμοῦ δὲ καὶ Δάμιδος πολλὰ πρὸς αὐτοὺς εἰπάντων, ἐπειδὴ οὐθὲν ἠνύομεν, ὠιχόμεθα(*)
πρὸς Ζωίλον καὶ ἠξιοῦμεν αὐτὸν συμπαραγενέσθαι· ὁ δʼ ἔφη ἄσχολος εἶναι πρὸς τῆι τῶν ναυτῶν ἀποστολῆι.
25ἐπανελθοῦσιν οὖν ἡμῖν εἰς Φιλαδέλφειαν μεθʼ ἡμέρας γ ἔδοξεν, ἐπειδή, καθάπερ ἐν τῶι ὑπομνήματι
εἴχομεν, συντιμήσασθαι οὐχ ὑπέμενον οὐδὲ προκοπὴν ποιήσασθαι, αὐτοὺς ἀξιῶσαι δοῦναι ὑποτίμησιν
ἥ ποτʼ(*) ἑκάστωι φαίνεται· οἱ δʼ ἔδωκαν ἡμῖν ἣν ἀπεστάλκαμέν σοι πρότερον. ταῦτα δʼ οἰκονομήσαντες
ἦμεν πρὸς τῶι τὴν σησαμῖτιν καὶ τὴν ξυλῖτιν μετὰ τῶν βασιλικῶν γραμματέων γεωμετρεῖν, οἳ τὸν
λόγον ἡμῖν ἔδωκαν τῆι κβ τοῦ Φαρμοῦθι. καλῶς ἂν οὖν ποιήσαις μηδεμίαν ἡμῶν καταγινώσκων ὀλιγωρίαν·
30οὐ γὰρ ἔστιν σοι ὑπηρετοῦντα ὀλιγωρεῖν. φανερὸν δέ σοι ἔσται ἐκ τοῦ τὸν σῖτον συναχθήσεσθαι μηδεμιᾶς
οὔσης ἐν τῶι τόπωι χορηγίας.
v
Πανακέστωρ. ἀντίγραφον ἐπιστολῆς
τῆς πρὸς Ἀπολλώνιον. (ἔτους) κθ,
Δαισίου ιδ, ἐν Ἀλέξαν(*).
Ζήνωνι

Apparatus


^ r.3. l. ἐν
^ r.4.   ̣[  ̣  ̣  ̣]  ̣ν prev. ed.
^ r.7. corr. ex ⟦τ⟧ων
^ r.10. l. Ἀρτεμισί<ου>
^ r.10. l. Φαρμοῦθ<ι>
^ r.11. l. παρά
^ r.17. l. τὴν
^ r.17. corr. ex ⟦ε⟧μετρουμεν
^ r.23. l. ᾠχόμεθα
^ r.27. l. ποθʼ
^ v.34. l. Ἀλεξαν<δρείαι>

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.