Papyri.info

sign in

sb.16.12484 = HGV SB 16 12484 = Trismegistos 16249 = p.oxy.6.996



DDbDP transcription: sb.16.12484 [xml]

AD584 Oxyrhynchus
[Reprinted from: p.oxy.6.996] POxy6,996

r
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπ[ό]του μεγίσ[του εὐ]εργέτου Φλαο[υίου] Τιβερίου Μαυρι[κί]ου τοῦ αἰωνίο[υ]
Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους γ, ὑπατίας(*) τοῦ αὐτοῦ εὐσεβ(εστάτου) ἡμῶν δεσπ(ότου) ἔτους α̣ Ἁθὺρ κδ ἰνδ(ικτίονος) τρίτης.
τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίου γε[ο]υχοῦσι[ν]
καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτ[ο]υ τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντο[ς]
5τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀ[νδ]ράσιν τὴν ἀγω[γὴ]ν καὶ ἐνοχὴν Ἀνήσιος πρεσβύτερος
υἱὸς Ἀνοῦπ μητρὸς Ταβῆς καὶ Αὐρήλιος Ἀνοῦπ φροντιστὴς [υ]ἱὸς Ἀνησίου ἑτέρου μητρὸς Ταπάης
ὁρμώμενοι ἀπὸ ἐποικίου Μεγάλου Μούχεως καὶ Γεώργιος υἱὸς Ἰωάννου ἀπὸ ἐποικίου Εὐτυχιάδος
ἐναπόγραφοι αὐτῆς γεωργοί. ὁμολογοῦμεν ἑκουσίᾳ γνώμῃ καὶ αὐθαι[ρ]έτῳ προαιρέσει ἐπωμνύμενοι(*)
τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι πα[ρ]ὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ
10ἡμεῖς Ἀνήσιος πρεσβύτερος καὶ Ἀνοῦπ φρο(ντιστὴς) Πραοῦν υἱὸν Φιλοξένου ἀπ[ὸ] τοῦ αὐ(τοῦ) Μούχεως ἐγὼ δὲ Γεώργιος
Κυριακὸν υἱὸν Βίκτορος μητρὸς Κυρίας ἀπὸ τοῦ αὐτοῦ κτήματος Εὐτυχιάδος τοῦ αὐτοῦ νομοῦ
ἄλλου κτήματος τῆς ὑμῶν ὑπερφυείας ἐναπογράφους αὐτῆς γεωργούς, ἐφʼ ᾧ τε αὐτοὺς
ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτῷ κτήματι καὶ μηδαμῶς αὐτοὺς
ἀπολειμπάνεσθαι μήτε μὴν μετίστασθαι(*) εἰς ἕτερον τόπον, ἀλλὰ καὶ ἐπιζητουμένους
15αὐτοὺς πρὸς ἡ[μᾶ]ς παρὰ τῆς ὑμετέρας ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐν οἱᾳ-
δήποτ̣ε ἡ[μέρᾳ ο]ἱασδηποτοῦν [ἕν]εκεν προφά[σ]εως τούτους παραφέ[ρ]ομεν καὶ παραδώσομ[εν]
δίχα π[αντὸς τό]που προσφ[υγῆς] ἔνθα αὐτ[οὺ]ς καὶ παρε[ιλ]ήφα[μ]εν ἐν τῇ φυλακῇ
τοῦ ἐνδ[όξου ὑμῶ]ν οἴκου· ε[ἰ δὲ μὴ τ]οῦτο πο̣ι̣[ήσομ]ε̣[ν, ὁ]μ[ολογοῦμ]ε̣[ν π]αρ̣[ασχεῖν τῇ ὑμετέρᾳ]
[ὑπερ]φ̣[υείᾳ -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --
v
20† ἐγγύη γεναμ(ένη) π(αρὰ) Ἀνησίου πρε(σβυτέρου) υἱοῦ Ἀνοῦπ κ[αὶ Αὐρ(ηλίου) Ἀνοῦπ φρο(ντιστοῦ) υἱοῦ Ἀνησίου ἀπὸ κτήμ(ατος) Μεγάλ(ου) Μούχεως]
καὶ Γεωργίου υἱοῦ Ἰωάννου ἀπὸ κ[τήμ(ατος) Εὐτυχιάδος ἀναδεχομ(ένων) Πραοῦν υἱὸν Φιλοξένου]
ἀπὸ τοῦ α̣ὐ̣(τοῦ) Εὐτυχιάδος καὶ Κυρι[ακὸν υἱὸν Βίκτορος ἀπὸ τοῦ αὐτοῦ Μούχεως ?.]

Apparatus


^ r.2. l. ὑπατείας
^ r.8. l. ἐπομνύμενοι
^ r.14. l. μεθίστασθαι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.