Papyri.info

sign in

sb.1.3924 = HGV SB 1 3924 = Trismegistos 23084



DDbDP transcription: sb.1.3924 [xml]

AD19 ?

[Γερμανικὸς Καῖσαρ Σεβαστοῦ]
[υἱός, θεοῦ Σεβαστοῦ υἱωνός],
[ἀνθύπατος λέγει· εἰς τὴν ἐμὴν]
[παρουσίαν νῦν ἤδη ἀκούων]
5ἀ[γγα]ρ̣[είας   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ πλοίων]
καὶ κτ̣η̣ν̣ῶν γείνεσθαι καὶ
ἐπισκηνώσεις(*) καταλαμβά-
νεσθαι ξενίας πρὸς βίαν καὶ
καταπλήσσεσθαι τοὺς ἰδιώτας,
10ἀναγκαῖον ἡγησάμην δη-
λῶσαι, ὅτι οὔτε πλοῖον ὑπό τινος
ἢ ὑποζύγιον κατέχεσθαι βού-
λομαι, εἰ μὴ κατὰ τὴν Βαιβίου
τοῦ ἐμοῦ φίλου καὶ γραμματέως
15προσταγήν, οὔτε ζενίας καταλαμ-
βάνεσθαι. ἐὰν γὰρ δέῃ, αὐτὸς Βαίβιος
ἐκ τοῦ ἴσου καὶ δικαίου τὰς ξενίας
διαδώσει. καὶ ὑπὲρ τῶν ἀγγαρευ-
ομένων δὲ πλοίων ἢ ζευγῶν
20ἀποδίδοσθαι τοὺς μισθοὺς κατὰ
τὴν ἐμὴν διαγραφὴν κελεύωι(*).
τοὺς δὲ ἀντιλέγοντας ἐπὶ τὸν
γραμματέα μου ἀνάγεσθαι βού-
λ̣ο̣μ̣[αι, ὃ]ς̣ ἢ αὐτὸς κωλύσει ἀδι-
25κεῖσθαι τοὺς ἰδιώτας <ἢ> ἐμοὶ ἀναν-
γελεῖ. τὰ δὲ διὰ τῆς πόλεως διατρέ-
χοντα ὑποζύγια τοὺς ἀπαντῶν-
τας πρὸς βίαν περιαιρεῖσθαι κωλύω.
τοῦτο γὰρ ἤδη ὁμολογουμένης
30λῃστείας ἐστὶν ἔργον.
Γερμανικὸς Καῖσαρ Σεβασ[τ]οῦ υἱός,
θεοῦ Σεβαστοῦ υἱωνός, ἀνθύπατος
λέγει· τὴν μὲν εὔνοιαν ὑμῶν,
ἣν αἰεὶ ἐπιδείκνυσθε, ὅταν με εἴ-
35δητε(*), ἀποδέχομαι, τὰς δὲ ἐπιφθόνου[ς]
ἐμοὶ καὶ ἰσοθέους ἐκφωνήσεις
ὑμῶν ἐξ [ἅ]παντος παραιτοῦμαι.
πρέπουσι γὰρ μόνῳ τῶι σωτῆρι
ὄντως καὶ εὐεργέτῃ τοῦ σύνπαντος
40τῶν ἀνθρώπων γένους, τῷ ἐμῷ
πατρὶ καὶ τῇ μητρὶ αὐτοῦ, ἐμῇ δὲ
μάμμῃ. τὰ δὲ ὑμέτερα ἐν ὑ̣π̣ο̣π̣α̣ρ̣ε̣τ̣ι̣α̣
ἐστὶν τῆς ἐκείνων θειότητος, ὡς
ἐάμ(*) μοι μὴ πεισθῆτε, ἀναγκᾶτέ με
45μὴ πολλάκις ὑμεῖν(*) ἐνφανίζεσθαι.

Apparatus


^ 7. BL 2.2.115 : ἐπὶ σκηνώσεις prev. ed.
^ 21. l. κελεύω
^ 34-35. l. ἴ|δητε
^ 44. l. ἐάν
^ 45. l. ὑμῖν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.