Papyri.info

sign in

sb.6.9085inv16048 = HGV SB 6 9085 inv. 16048 = Trismegistos 17845



DDbDP transcription: sb.6.9085inv16048 [xml]

AD565 Hermoupolis Magna

† μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους
εἰκοστοῦ τετάρτου Θὼθ ὀκτωκαιδεκάτῃ τεσσαρεσκαιδεκάτης ἰνδ(ικτίονος).
† Αὐρηλίᾳ Ἀφθονίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς μακαρίας μνήμης Ὑψίστου
ἀπὸ τῆς Ἑρμουπολιτῶν (παρὰ) Αὐρηλίου Βόνου ἐκ πατρὸς Γενναδίου
5μητρὸς Εὐχαριστίας γεωργοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ
ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας
ἐπὶ τετραετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ
εἰσιούσης πεντακαιδεκάτης ἰνδ(ικτίονος) καὶ αὐτῆς τὰς ὑπαρχούσας σ̣ο̣ι̣ ἀρούρας
δύο σπορίμης γῆς μετὰ παντὸς αὐτῶν τοῦ δικαίου, μιᾶς μὲν ἐξ αὐτῶν την  ̣αμην
10  ̣  ̣  ̣  ̣η σῇ εὐγενείᾳ τῇ εὐγενεστάτῃ σου πατρὶ κατʼ ἔγγραφον δωρεὰν διακει-
μένας ἐν τῷ ἀπηλιώτῃ τῆς αὐτῆς πόλεως ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης
Ἐνσεῦ τοῦ Ἑρμουπολίτου ν̣ο̣μ̣οῦ ἐξ ἀπηλιώτου τοῦ ἁγίου τόπου καλουμένου τῆς ἀρετῆς
εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου τούτων κατʼ ἔτος σίτου
ἀρταβῶν ὀκτὼ καὶ φακῆς ἀρταβῶν τεσσάρων καὶ ἀράκου ἀρτάβης μιᾶς
15[ -ca.?- ]υ καὶ πασήλου(*) ἀρτάβης μ̣ιᾶς̣ , ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευ-
[μένον] μέτρῳ Ἀθηναίῳ ἀποδώσω [καὶ] μετρήσω τῷ Ἐπεὶφ μηνὶ ἐνιαύσιον ἀν-
[υπερθέ]τως καὶ ἀποκαταστήσω τὸν αὐτὸν φόρον εἰς οἶκόν σου ἐν Ἑρμουπόλει
[ἰδίοις μου] ζῴοις καὶ ἀναλώμασι, παρέξω δὲ κατʼ ἔτος λόγῳ συνηθείας
[ἀχύρου σι]τ̣ί̣ν̣ου σαργάνας δύο καὶ πασήλου(*) χλώρου δέμα ἓν καὶ
20[γάλακτος] κύθραν μίαν καὶ σταχύων δέματα δώδεκα καὶ λεψάνης(*)
[ἄγγεια   ̣  ̣  ̣  ̣ ἡ μίσθωσι]ς κυρία καὶ βεβαία καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). † Αὐρ(ήλιο)ς
[Βόνος ἐκ πατρὸς Γεν]ναδίου γεωργοῦ ὁ προκ(είμενος) μεμίσθωμαι ὡς πρόκ(ειται).
[ -ca.?- Ἀ]βρααμίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμ-
[ματα μὴ εἰδότος.] (hand 2) Traces μαρτυρῶ
25[τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου.] (hand 3) Traces
[μαρτυρῶ τῇ μισθώσει ἀκούσας] π̣α̣ρ̣ὰ̣ [τοῦ θεμένου.]

Apparatus


^ 15. l. φασήλου
^ 19. l. φασήλου
^ 20. l. λαψάνης

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.