DDbDP transcription: sb.22.15496 [xml]
AD 245 Antioch[Reprinted from: p.euphrates.1] P.Euphrates 1
r
ἐπὶ ὑπά(των) Αὐτοκρά(τορος) Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Σεβ(αστοῦ) καὶ Μεσσίου(*) Τιττιανοῦ πρὸ πέντε καλ(ανσῶν) Σεπτεμβρ(ίων) ἔτους τρίτου ? ς μηνὸς Λῴου ηκ ἐν Ἀντιοχ(είᾳ) κολ(ωνίᾳ) μητροπόλει ἐν
ταῖς Ἁδριαναῖς Θερμε͂ς(*).
Ἰουλίῳ Πρείσκῳ(*) τῷ διασημοτάτῳ ἐπάρχῳ Μεσοποταμίας διέποντι τὴν ὑπατείαν παρὰ Ἀρχώδου
Φαλλαιου καὶ Φιλώτα Νισραιαβου καὶ Ουορωδου Συμισβαραχου καὶ Αβεδσαυτα Αβεδιαρδα ὄντων ἀπὸ κώμης Βηφ-
5φούρης κυριακῆς τῆς περὶ Ἀππάδαναν. vac.? ἔχοντες, κύριε, ἀμφισβήτησιν μεταξὺ τῶν συν-
κωμητῶν ἡμῶν περὶ χώρας καὶ ἑτέρων, ἀνήλθομεν ἐνταῦθα δικαιολογήσασθαι παρὰ τῇ σῇ χρηστό-
τητι καὶ σχολάσαντες τῷ σῷ δικαστηρίῳ μῆνας ὀκτὼ προσήχθη τὸ πρᾶγμα, καθὰ διαμνημονεύ-
ει σου τὸ μέγεθος, τῇ πρὸ ἐννέα καλ(ανδῶν) Σεπτεμβρ(ίων) τῶν πρόσφατον διελθουσῶν καὶ σὺ ὁ εὐεργέ-
της ἀκούσας μέρους τοῦ πράγματος ἐκέλευσας ὥστε ἐπὰν εὐτυχῶς ἐν τοῖς τόποις ἔσῃ ὅρον δοῦ-
10ναι. vac.? ἐπεὶ οὖν vac.? ἕως τῆς δεῦρο τὸ πρᾶγμα κρίσιν οὐκ ἔλαβεν, ἐπιχειροῦσιν δὲ οἱ συνκω-
μῆται(*) ἐκβάλλειν ἡμᾶς τῆς χώρας ἐν ᾗ τυνχάνομεν(*) καὶ βιάζεσθαι πρὸ δίκης, κελεύουσιν
δὲ αἱ θεῖαι διατάξεις, ἃς γε πρὸ πάντων γνωρίζων προσκυνεῖς, τοὺς καταλαμβ<αν>ομένους ἐν τῇ
νομῇ μέχρι δίκης ἐκείνους ἐν αὐτῇ εἶναι, διὰ τοῦτο κατεφύγομεν ἐπὶ σὲ καὶ δεόμε-
θά σου κελεῦσαι διʼ ὑπογραφῆς σου Κλαυδίῳ Ἀρί<σ>τωνι τῷ κρατίστῳ ἐπιτρόπῳ τῷ ἐν Ἀππα-
15δάνᾳ, ὑφʼ ὃν ἡ διοίκησίς ἐστιν, ἐν ἀκεραίῳ πάντα τηρηθῆναι καὶ βίαν κωλυθῆναι μέχρι
τῆς σῆς εἰς τοὺς τόπους ἐσομ̣[έ]νης σου εὐτυχῶς ἐπιδημίας ὅπως, τούτου ἐπιτυχόν-
τες, ἕξωμέν σου τῇ τύχῃ διὰ παντὸς εὐχαριστεῖν. Αὐρ(ήλιος) Ἀρχώδης Φαλλαιου ἐπέδωκα
καὶ εἰς τὸν τῶν ἑτέρων λόγο̣ν.
ὑπογραφὴ Ἰουλίου Πρείσκου(*) τοῦ διασημο(τάτου) ἐπάρχου Με(σοποταμίας) διέποντος
20τὴν ὑπατείαν· vac.? ὁ Ἀρίστων ὁ κράτιστος τὴν ἀξίωσίν
σου δοκιμάσει.
Legi σθ
vταῖς Ἁδριαναῖς Θερμε͂ς(*).

λ(ί)β(ελλος) Ἀρχώδ[ου] Φ̣α̣λλαιου καὶ Φιλώ[τα]
Νισραιαβ̣ου.
25 (( unintelligible
))
(( unintelligible
))
(( unintelligible
))
(( unintelligible
))
(( unintelligible
))
Νισραιαβ̣ου.
25
Apparatus
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: p.euphrates.1 [xml]
AD 245 Antioch[Reprinted in: sb.22.15496] SB 22,15496