Papyri.info

sign in

p.bad.4.48 = HGV VBP 4 48 = Trismegistos 5830



DDbDP transcription: p.bad.4.48 [xml]

126BC Hipponon
r
Διονυσία Θέωνι τῷ κυρίωι χαίρειν καὶ ἐρρῶσθαι, ἔρρωμαι δὲ καὶ αὐτή, σοῦ τὴν ἀρίστην μνήαν(*)
ἐπὶ παντὸς ἀγαθοῦ ποιουμένη οὐ διαλείπω. εὔχομαι δὲ τοῖς θεοῖς, ἵνʼ ὑγιαίνοντά σε ὑποδέξωμαι
κατὰ πολλοὺς τρόπους, ὅτι καὶ ἐκ πολεμίων ἡμᾶς ἔρυσαι(*) καὶ πάλι εἰς πολεμίους ἡμᾶς ἀφεὶς ἀπελήλυθας.
γείνωσκε οὖ\ν/, καθὼς ἐπέταξας ἐκφέρειν καὶ πωλεῖν τὰ περισσὰ ἐξενεκκάσης(*) μου τὸ ἐκκοίμητρον(*)
5ἐπειλῆμφθαι Νέωνα αὐτοῦ ἐν τῇ ἀγορᾷ καὶ ὕβριν οὐ τὴν τυχοῦσαν ποιησάμενος
περιείλετο αὐτό. ἐκρίθη οὖν μοι, καθότι εἶχον δίκαια σοῦ ἀπόντος μᾶλλον ἢ παρόντος
ἐντυχεῖν τῷ ἐπὶ τῆς πόλεως. ὅτε δέ μοι συκκατέστη(*) διαθείς με τὰ πάνδεινα,
συνεκρίθη κατασφραγισθῆναι αὐτὸ καὶ κεῖσθαι ἐν τῷ ἀρχέῳ(*), ἕως ὅτου παραγένῃ·
ἔλεγε γὰρ μήτε σὲ στρατεύεσθαι μήτʼ ἐμὲ εἶναι ἀποσκευήν. ἀναπεπλευκέναι δέ σε χάριν
10ἐργασίας καὶ μὴ εἶναί σε ἐμ(*) βασικῷ(*) παραγγέλματι. ἠγωνίακα δὲ οὐχ ὡς ἔτυχεν
χάριν τοῦ Μαρσύαν μὲν ἀπεσταλκέναι ἐπιστολήν, σὲ δὲ μηθέν μοι γεγραφηκέναι.
χάριν οὖν μοι <ποιήσεις> ἔτι καὶ νῦν ἀντιγράψας τὰ περί σε, τίνα ἐστίν, ὅπως ἀναγωνίατος ὠμαι(*),
ἄν σοι φαίνηται. vac.? ἐπιμέλου δὲ σατοῦ(*), ἵνα ὑγιαίνονταί(*) σε ἀσπάσωμαι. (hand 2?) ἐπισκοποῦ δὲ Μαρσύαν
ἐπισκοπεῖται δέ σε καὶ Ἀλίνη καὶ τὰ παιδία. vac.? κʼ Ἀμμώνειον.
15ἔρρωσο. (ἔτους) μδ, Φαῶφι ε.
παρὰ πάντα δέ σοι ἐντέλλομ\α/ι μνησθῆναι, ὥς με ἐνκα\τα/λέλοιπας μόνην ὡς τοὺς κύνας,
καὶ ἐν οἷς παρεκάλεις, οὐκ ἐνέμεινας. ἔτι οὖν καὶ νῦν μνήσθητι ἡμῶν.
v
ἀπόδος παρὰ
Διονυσία(ς) vac.?Θέωνι

Apparatus


^ r.1. l. μνείαν
^ r.3. l. εἴρυσαι
^ r.4. l. ἐξενεγκάσης
^ r.4. l. ἐγκοίμητρον
^ r.7. l. συγκατέστη
^ r.8. l. ἀρχείῳ
^ r.10. l. ἐν
^ r.10. l. βασι<λι>κῷ
^ r.12. l. ὦ
^ r.13. l. σεαυτοῦ
^ r.13. l. ὑγιαίνοντά

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.