Papyri.info

sign in

p.cair.zen.1.59036 = HGV P.Cair. Zen. 1 59036 = Trismegistos 696 = oxford-ipap.apis.519 = sb.3.6773



DDbDP transcription: p.cair.zen.1.59036 [xml]

257 BC Phil<Caria
[Reprinted from: sb.3.6773] SB3,6773;PEdg67

r
Ἀπολλόδοτος Χαρμίδει χαίρειν· ὑπογέγραφά σοι τῶν πρὸς Ξάνθιππον
ἐπιστολῶν τὰ ἀντίγραφα. ἐντυχὼν̣ [ο]ὖ̣ν αὐτῶι καὶ περὶ τῶν Βυξε (δραχμῶν) εἴδησον πῶς
βούλεται οἰκ[ο]νομῆσαι, καὶ, ἐὰν θέληι σοι διαγράψαι, λαβὼν παρʼ αὐτοῦ διάγραψον Μηδείωι
ὃ ἐδεδώκει Στράτων \ὁ/ ἐν Ἁλικαρνασσῶι γαζοφύλαξ ἀπὸ τῶν ἰατρικῶν Ἀντιπάτ̣[ρωι]
5τ̣ῶ̣ι̣ π̣[αρὰ] Ξα̣ν̣θ̣ί̣ππ[ο]υ̣ εἰς τὴν να̣[ῦ]ν̣ ἣ̣ν τριηραρχεῖ Ξάνθιππος (δραχμὰς) Β, τὰς δὲ υξε (διώβολον) [χ(αλκοῦς) β]
διάπεμψον πρὸς ἡμᾶς δούς τινι ἀκίνδυνον, καὶ περὶ τῶν Γ (δραχμῶν) ἐπιμελ̣ήθητι ὅπως
διαγράψηι Ἀπολλωνίωι καθότι ἐπεστάλκαμεν αὐτῶι.
ἔρρωσο. (ἔτους) κη, Ἀπελλαίου κζ.
Ἀπολλόδοτος Ξανθίππωι χαίρειν. εἰ τῶι τε σώματι ἔρρωσαι καὶ τἄλλα(*) σοι κατὰ γνώμη[ν]
10ἐστίν, εἴη ἂν ὡς ἡμεῖς θέλομεν· ἐρρώμεθα δὲ καὶ αὐτοί. ἐγράψαμέν σοι πρότερον διότι δεδώ-
καμεν διὰ Περιγένους εἰς τὴν ναῦν ἣν τριηραρχεῖς Ἀντιπάτρωι̣ τῶι ἐπιπλέοντι
ἐπὶ τῆς νεὼς (δραχμὰς) Β. ὅπως οὖν τοῦτό τε καὶ τὸ δοθὲν Ἑκατωνύμωι εἰς τὴν (ἐννήρη)
(δραχμὰς) υξε (διώβολον) χ(αλκοῦς) β, ἐάν τε φαίνηταί σοι, διαγράψηις Μηδείωι εἰς τὰ ἰατρικά, ἐάν τε βούλη̣[ι],
γράψηις Ἱκεσίωι διορθώσασθαι ἡμῖν ἀπὸ τῶν ἐνηροσίων, οὐθὲν δὲ σοῦ ἐπεσταλκότ[ος](*)
15βέλτιον ὑπελάβομεν εἶναι πάλιν γράψαι σοι περὶ τούτων. καλῶς ἂν οὖν ποιήσαις
ἐπιστείλας ἡμῖν ὡς \βούλει/ ⟦δεῖ⟧ γενέσθαι, ἵνα καὶ ἡμεῖς οὕτω καταχωρίσωμεν. ἐὰν δὲ
φαίνηταί σοι Χαρμίδει τῶι παρʼ ἡμῶν τῶι τὴν ἐπιστολήν σοι ἀποδεδωκότι
διαγράψαι, διάγραψον.
ἔρρωσο.
20Ἀπολλόδοτος Ξανθίππωι χαίρειν. χωρὶς τῶν Β (δραχμῶν) ὧν γεγράφαμέν σοι ἐν τῆι ἑτέ̣[ρ]αι
ἐπιστολῆι δεδώκαμεν ἄλλας Ἀντιπάτρωι τῶι παρὰ σοῦ τριηραρχοῦντι τὴν (ἐννήρη) (δραχμὰς) Γ
ἃς δεῖ σε διορθώσασθαι Ἀπολλωνίωι τῶι διοικητῆι. καλῶς ἂν οὖν ποιήσαις συντάξ̣[α]ς
διαγράψαι αὐτῶι καθότι ὑπογεγράφαμέν σοι.
ἔρρωσο.
25Ξάνθιππος Ἀπολλωνίωι. ὃ διέγραψεν Ἀπολλόδοτος ἐν Ἁλικαρνασσῶι διὰ τῆς Σωπόλιος
Ἀντιπάτρωι \τῶι/ ἐπὶ τῆς Ξανθίππου (ἐννήρους), τὸ πεπτωκὸς (ἔτος) κζ Περιτίου η παρὰ ταμιῶν
Ἁλικαρνασσέων τῶν ἐπὶ Δημητρίου, ὁ στέφανος τῶι βασιλεῖ, ὃν ἐξεδέξατο Ἀπολλώνιος
Ἐπικύδει, ὃ δεήσει Ξάνθιππον διαγράψαι Ἀπολλωνίωι ἐν Ἀλεξανδρείαι ἀκίνδυνον, (δραχμὰς(?)) Γ̣.
v
Χαρμίδει
30ἀν(τίγραφα) ἐπι(στολῶν) τῶν πρὸς
Ξ[άνθι]ππον

Apparatus


^ r.9. l. τὰ ἄλλα
^ r.14. BL 3.37 : prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.