Papyri.info

sign in

bgu.4.1154 = HGV BGU 4 1154 = Trismegistos 18604



DDbDP transcription: bgu.4.1154 [xml]

10 BC Alexandria

v
Πρωτάρχωι
παρὰ Ἡλιοδώρου τοῦ Ἡ̣λ̣ι̣[οδ]ώ̣ρ̣ου
τοῦ καὶ Ἀφροδει[σ]ίου Ἀ̣[λ]θ̣α̣ι̣έ̣ω̣ς̣
καὶ παρὰ Διδύμου καὶ Σεύθο[υ ἀμ-]
5φοτέρων Δ[ι]δύμου καὶ τῆς [τοῦ]
Διδύμου γυναικὸς Θεο[δότ]ης τῆς
Θεοδώρου μετὰ κυρίου τ[οῦ] ἀνδρός.
συνχωρεῖ ὁ Ἡλιόδωρος ἀπεσχη[κ]έναι
παρὰ τοῦ Διδύμου καὶ Σεύθου [κ]αὶ Θεο-
10δότης διὰ χειρὸς ἐξ οἴκου τὰ δάνηα(*)
ἃ ἐδάνεισεν αὐτοῖς κατὰ συνχω-
ρήσεις δύο τὰς διὰ τοῦ αὐτοῦ κριτη-
ρίου γεγονυίας τῶι ιγ (ἔτει) Καίσαρος
Φαμενὼθ μίαν μὲν δραχμὰς
15ἑξακοσίας ἑξήκοντα καὶ τοὺς τού-
των τόκους, τὴν δὲ ἑτέραν δρα-
χμὰς ἑκατόν , καὶ εἶναι ἀκύρο̣[υ]ς
ἀμφοτέρας τὰς συνχωρήσεις καὶ
τὰς [γ]ενηθεί[σ]ας κατʼ αὐτὰς δια-
20γραφὰς διὰ τῆς Ζωίλου τραπέζης
σὺν τῇ διὰ τῆ[ς] τῶν ἑκατὸν δρα-
χμῶν συνχωρήσεως σ̣η̣μ̣α̣ν̣θ̣ε̣ί̣-
σηι παραμονῇ τοῦ Διδύμου
καὶ Θεοδότης υἱοῦ Διδύμου καὶ
25μὴ ἐπελεύσεσθαι τὸν Ἡλιό[δ]ωρον
μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ [ἐπὶ] τ̣[ὸ]ν Δίδυ-
μον καὶ Σεύθην καὶ Θεοδότην
μήτε περὶ τῶν αὐτῶν μ̣ή̣τ̣ε̣
περὶ ἄλλου μηδενὸς ἁπλῶς [ὀ]φ[ε]ιλή-
30ματος ἢ ἀπαιτήματος ἐγγράπτου
ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν
χρόνων μέχρι τῆς ἐνεστώσης
ἡμέρας, ἀλλὰ μηδὲ ἐ̣π̣ὶ̣ τ̣ὸ̣ν̣ [υ]ἱ̣ὸ̣ν̣
Δίδυμον ἐπελεύσεσθαι περὶ τ̣ῶ̣ν̣
35κατὰ τὴν παραμονὴν τρόπωι
μηδενὶ ἢ χωρὶς τοῦ κύρια εἶναι
τὰ συνκεχωρημένα ἐνέχεσθαι
αὐτὸν παραβαίνοντα τοῖς τε βλάβε-
σι καὶ τῶι ὡρισμένωι προστίμωι.
——
40(ἔτους) κ Καίσαρος Π̣α̣χ̣ὼ̣ν̣ θ̣
r
-- -- -- -- -- -- -- -- -- --
41(hand 2) [ἀμ]φ̣οτέρω̣(ν) Σεύθης καὶ Δίδυμο(ς)
/ Δίδυμος
καὶ Θεοδότη Θεο[δώρου]
τῶι [Ἡλιοδώρωι]
45ἀρ̣γ̣(υρίου) (δραχμὰς(?)) ψ̣[ξ]

Apparatus


^ v.10. l. δάνεια

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.