Papyri.info

sign in

p.ammon.2.45 = HGV P.Ammon 2 45 = Trismegistos 23637 = p.ammon.1.9



DDbDP transcription: p.ammon.2.45 [xml]

AD 348 Alexandria
[Reprinted from: p.ammon.1.9] P.Ammon 1 9

[πρὸ πολλοῦ] τ̣ινος χρόνου οὗτο[ς ὁ ἀδελφός] μ̣[ου] Ἁρποκρατίων το̣ὔνομα(*) περὶ λόγους
[καὶ αὐτὸς ἐσπουδακὼς ἀποδη]μ̣[ία]ν̣ ἔ̣ξ̣ω τ̣[ῆς Αἰγύπτ]ο̣υ̣ τυγ̣[χάνει]
στειλάμενος. ἐντεῦθεν δ̣ὲ̣ ἀ̣π̣ο̣δ̣η̣μῶν κατ̣έ[λε]ι̣π̣εν ἀνδράποδα ἑαυτοῦ
ἐν τῆιδε τῆι πόλει προδιατρίψα̣[ντι τότε] ἐ̣[μο]ὶ̣ καὶ ἄλλον τινὰ χρόνον. προσεδόκα
5γὰρ δ̣εῦρο μετὰ βραχύν τινα ἐπανή̣[ξ]ε̣ι̣ν χρόνον. ἐν δὲ τῆι ἀποδημίᾳ ἐκεῖν̣ο̣ς
γενόμενος καὶ̣ ἀ̣π̣ὸ̣ χώρας εἰς χώρα[ν] ἑκάστοτε μεταβαίνων, ἀπὸ τῆς Ἑλλ̣άδος
εἰς Ῥώμην καὶ ἀπὸ̣ Ῥώμης εἰς Κωνσταντινόπολιν καὶ ἀπʼ ἄλλης εἰς ἄλλην, διὰ
τὴν τῶν λόγων ἀφορμὴν ἐπὶ π̣[ολ]ύ̣ν̣ τινα̣ χρόνον τὴν ἀποδημίαν ἐξέτεινεν.
ἐν δὲ τῶι μεταξὺ μήτε ἐ̣κ̣ε̣ί̣ν̣ο̣υ̣ [ταχ]έ̣ω̣[ς] ἐ̣π̣ανελθόντος, ἐμοῦ τε ἀεὶ προσδοκῶντος
10αὐτοῦ τὴν ἐπάνοδον ἐξ ὧν ἑκ̣ά̣σ̣τ̣ο̣τε ἔπεμπεν γραμμάτων τοῦτο δηλούντων,
οἱ δοῦλοι αὐτοῦ οἱ ἐν τῆιδε τῆι πόλει κα̣θʼ ἑαυτοὺς ζῶντες ἄνετοι καὶ ὥσπερ ἀπροστάτη-
τοι εἶναι ἐδόκουν διὰ τὴν πολυχρόν̣[ι]ον τοῦ δεσπότου αὐτῶν ἀποδημίαν. φήμης
τοίνυν πρὸ ὀλίγου διαδοθείσης, ὡς εἴη τελευτήσας ἐκεῖνος, — πρὸ βραχ̣έος γὰρ χρόν̣ο̣υ̣
τ̣α̣ῦτα̣ ἀ̣κηκόη̣, οὐ γὰρ ταχέως εἰς̣ ἀ̣[κ]οὴν τῶν οἰκείων ἀφικνεῖτ̣α̣ι̣ ὁ̣ π̣ε̣ρ̣ὶ̣ τ̣ο̣ῦ̣ θα̣ν̣ά̣[το]υ̣
15τῶν ἐπὶ ξένης λόγος, — παρεσκευασάμη̣ν̣ μὲν ἐπὶ τῆι ἀκοῆι ταύτηι δεῦρο καταπλεῦσαι
διὰ τ̣αῦτα \ἡμῶν/ τὰ ἀνδράπ̣οδα τὰ̣ ἐνταυθοῖ δι̣α̣[τρ]ί̣β̣οντα. ἕως δὲ περὶ τὴν ἀποδημίαν ἤμην,
ἥκει̣ τι̣ς   ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣](*) [π]α̣ρ̣α̣γ̣γ̣έ̣λ̣λ̣ω̣ν̣, ὡ̣ς ἔξω̣[θ]έ̣ν̣ τ̣ι̣ς̣ ἐπιστὰς Εὐγένειος τοὔνομα(*) ἔφη τα̣[ῦτα]
τὰ ἐν Ἀλεξανδρείᾳ ἀνδράποδα τοῦ ἀ̣δ̣ε̣λφ̣οῦ μου̣ Ἁ̣ρποκρατίω̣ν̣ο̣[ς ὡς νῦν ὄ]ν̣τα̣ ἀδέσποτα
καὶ ὡς μὴ ἐπὶ κληρονόμοις ἐκείνου τελε̣υτήσαντος ἐ̣ξ αἰτήσεως ἐσχηκέναι
20[πα]ρ̣ὰ̣ τῆς θ̣ε̣[ιότ]η̣τος τῶν καλλινίκ̣[ων] δεσποτῶν ἡμῶν καὶ τετυχηκέναι ἀντιγραφῆς
ο̣ὕ̣τ̣ως ἐχούσης κατὰ τοὺς ν̣όμου[ς]· 'ε̣ἰ̣ μή τις το̣ύτων ἀντιπ̣οιοῖτο μηδὲ φανείη̣ τις
τὴν ⟦δεσ⟧τ̣ο̣ύτων̣ δ̣ε̣[σποτ]ε̣[ί]α̣ν̣ ἐ̣κ̣δ̣ι̣κ̣ῶ̣ν̣, [παραδοθῆναι αὐτῶι.]' [τοῦτο ἐν Θη]β̣[αίδι]
ἀκηκοὼς ἔ̣τι μᾶλλον πρὸς τὴν ἀπ[ο]δ̣ημίαν ἠπείχ̣θην. ἀλλὰ π̣ρ̣ὸ̣ τ̣ῆ̣ς ἐ̣μ̣ῆ̣[ς] π̣αρουσίας
ἐν Ἀ̣λ̣ε̣ξ̣α̣[νδρείαι   ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣[  ̣  ̣] γ̣ενόμενος καὶ γνοὺς ἐκεῖνον τὸν Ἁ̣ρ̣π̣οκρ̣α̣τ̣ί̣ωνα
25κ̣λ̣η̣ρ̣[ο]ν̣ό̣μ̣ο̣ν̣ [ἔ]χ̣ειν̣ [ἀδελφὸν ὁμοπάτρ]ιόν τε κα̣ὶ̣ ὁ̣μ[ο]μήτρι[ο]ν, ἐμὲ δ̣ὴ τὸν Ἄμμωνα
Ν̣ί̣κ̣η̣ς τ̣[ῆς μητρὸς τούτων τῶν σωμάτων μαρτυρομένης, παραυτίκα εἰς Θη-]
βαίδα ἀνέδρα̣μ̣ε̣ν, [ἴσως τοῦτο] π̣υ̣ν̣θάν̣ε̣σθ̣α̣ι̣ β̣ο̣υ̣λ̣ό̣μ̣ε̣ν̣ο̣ς, ἔλεγεν̣ δ̣ὲ̣ γ̣ρ̣[άμματα]
ἔχειν παρὰ τοῦ κυ̣ρ̣ί̣[ου] μου Σισινν̣ί̣ο̣υ̣ κ̣α̣λ̣[ο]ῦντ̣ά̣ μ̣ε̣ εἰς τὴν Ἀλεξανδρέων πόλιν διὰ
ταῦτα τὰ ἀνδράπ[ο]δα, τὸν καὶ πρὸ τῆ̣ς [τ]ο̣[ύ]τ̣ο̣υ̣ ἀφίξεως προπαρεσκευασμένον δεῦρο
30καταπλεῦσαι διʼ αὐτὸ τοῦτο. ἐπεὶ το̣ί̣ν̣υν τὰ ἀνδράποδα ταῦτα ἐφρουρήθη παρὰ
τῆι τάξει τῆς καθολικότητος μέχρ̣ι̣ τῆς ἐμῆς πα̣ρουσίας, Εὐγενεί̣[ο]υ τ̣ε̣ κ̣α̣ὶ̣ συλ-
λαβόντος καὶ ὑ̣π̣ὸ̣ φρουρὰν ε̣ἶ̣να̣ι ἀ̣[ξι]ώσαντος καὶ πρὸ[ς] ἐμὲ̣ ο̣ὐ̣[δὲν ἀντιλέγειν]
ἔτι ἔχει Εὐγένειος, ἀξιῶ, δέσποτα, [τ]αῦτά μοι παραδοθῆναι καὶ ἀπὸ τῆς φρουρᾶς
ταύτης ἀ̣πολυθῆ̣ναι, ἐμὲ γὰρ [ν]ῦν καλοῦσιν οἱ νόμοι ἐπὶ τὴν τ[ο]ύτων δεσποτείαν,
35ἀδελφὸν ὄντα ἐκείνο̣υ̣ τοῦ Ἁ̣ρ̣π̣[οκρατ]ί̣ω̣ν̣ο̣ς ὁ̣μοπάτρι̣ό̣ν̣ τ̣ε καὶ ὁ̣μ̣ο̣μ̣ή̣τ̣ρ̣ι̣ο̣ν̣ κ̣α̣ὶ̣ ὡ̣ς
ἔχει τὰ ἐνγεγραμμένα τῆι δοθε[ίσ]ηι Ε̣ὐ̣γ̣ε̣ν̣[είωι θείαι] ἀ̣ν̣τ̣ι̣γ̣[ρ]α̣φῆ̣ι̣ τὴν τῶν νόμων̣
ἀ̣κ̣ο̣[λου]θ̣ί̣αν̣ [τηροῦντα].

Apparatus


^ 1. l. το ὄνομα
^ 17. or Σε̣ρ̣[ηνιανὸς]
^ 17. l. το ὄνομα

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.